Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.383
Not analysed yet
ἁλώσονται, τὴν εἰς αὐτὸν οὐ παραδεξάμενοι πίστιν, ἀλλὰ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀτιμάσαντες χαρακτῆρα, καὶ τὸ ἀληθέστατον ὥσπερ εἶδος αὐτοῦ, διὰ τῆς θεοπρεποῦς ἐξουσίας τε καὶ δυνάμεως θεωρῆσαι παραιτησάμενοι; καταληπτὴ γὰρ ἡμῖν οὐχ ἑτέρως κατὰ τὸ ἐνδεχόμενον ἡ θεία τε καὶ ἀπόῤῥητος φύσις, ἢ δι' ὧν ἐπιτελεῖ καὶ ἐργάζεται· διὰ γάρ τοι τοῦτο, καὶ ἀπὸ "μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως" ἐπὶ τὴν τοῦ γενεσιουργοῦ θεωρίαν ὁ μὲν Παῦλος ἡμᾶς ἰέναι προστάττει, ξεναγεῖ δὲ πάλιν εἰς τὴν ἐφ' ἑαυτῷ κατάληψιν ὁ Σωτήρ "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, λέγων, μὴ "πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς "ἔργοις μου πιστεύετε." κατῃτιᾶτο δέ που καὶ λίαν εὐλόγως τὸν οἰκεῖον μαθητὴν, Φίλιππος οὗτος ἦν, ὡς ἑτέρως δύνασθαι πρὸς τὴν ἐπὶ τῷ Θεῷ καὶ Πατρὶ θεωρίαν ἐλθεῖν ἀζητήτως ὑποτοπήσαντα, καίτοι παρὸν ἐπ' ἐξουσίας αὐτῷ τὴν ἀπαραποίητον εἰκόνα κατασκέπτεσθαι, δεικνύουσαν ἀκριβῶς ἐν ἑαυτῇ τὸν γεννήσαντα· διὸ δὴ καὶ ἔφασκε "Τοσοῦτον "χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ "ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν ἔχητε. Ἡ μὲν λεία καὶ ἱππήλατος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια τοῦ ῥητοῦ προστακτικῶς εἰρῆσθαι νομίζειν παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς Φαρισαίους ἀναπείθει, τὸ χρῆναι τὰς θείας ἐρευνῶντας γραφὰς τὰς περὶ αὐτοῦ μαρτυρίας πρὸς ζωὴν ἐρανίζεσθαι. ἐπειδὴ δὲ σύνδεσμον ἐν τῷ μεταξὺ θείς· φημὶ δὲ τό Καί· συνάπτει τό Οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, δῆλος ἂν εἴη λοιπὸν ἕτερόν τι σημαίνων, συγγενὲς μὲν τοῖς εἰρη-