Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.384
Not analysed yet
μένοις, ἔχον δέ τι βραχὺ τὸ ἐξηλλαγμένον. εἰ γὰρ ἔδει νοεῖσθαι προστακτικῶς, πῶς οὐκ εἶναι φήσομεν ἀναγκαῖον κατὰ τόδε τὸ σχῆμα τυχὸν τὸ σύμπαν εἰπεῖν Ἐρευνᾶτε τὰς γραφὰς ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἐρευνήσαντες δὲ ἔλθετε πρὸς μέ· ἀλλ' ὡς μὴ ἐθέλοντας ἐλθεῖν, καίτοι διὰ τῆς ἐρεύνης ἐπὶ τοῦτο χειραγωγουμένους καταιτιᾶται λέγων Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μέ. Ἀναγνωσόμεθα τοίνυν ἐπὶ τὸ χρησιμώτερον βλέποντες, καὶ τὸ τοῖς προαποδοθεῖσιν ἀκολουθοῦν, οὐ πάντως προστακτικῶς, ἀλλ' ὡς ἐν συνέσει μᾶλλον καὶ ὑποστιγμῇ. ἔσται δὲ πάλιν τοῦ προκειμένου τοιοῦτος ὁ νοῦς. ἐπειδὴ γὰρ ἐθεάσατο αὐτοὺς τρέχοντας ἐπὶ τὰ Μωυσέως ἀεὶ συγγράμματα, καὶ συλλέγοντας ἐκεῖθεν ἀπαιδεύτως τὰς τῶν ἀντιλογιῶν ἀφορμὰς, ζητοῦντας δὲ ἕτερον οὐδὲν, ἢ καὶ δεχομένους, ὅπερ ἂν αὐτοῖς τὸ χρῆναι πιστεύειν περιποιῇ· διὰ τοῦτο πάλιν ἀναγκαίως ἄχρηστον αὐτοῖς καὶ ἀνόνητον τὸν τῆς ἐπὶ τούτοις ἐρεύνης ἀποφαίνει πόνον, καὶ ὡς ἐπὶ μεγάλῳ τε καὶ ἐπωφελεστάτῳ πράγματι μεμελετήκασιν οὐ κατὰ λόγον κεχρῆσθαι τὸν πρέποντα διελέγχει σαφῶς. τί γὰρ εἰπέ μοι τὸ χρήσιμον, ὅτι τὰς μὲν θείας, φησὶν, ἐρευνᾶτε γραφὰς, οἰόμενοι δι' αὐτῶν εἰς αἰώνιον ἀναβήσεσθαι ζωήν· ἐπὰν δὲ ταύτας ἐμοὶ μαρτυρούσας εὑρίσκητε, καὶ ζωὴν ὀνομαζούσας ἐμὲ τὴν αἰώνιον, οὐ θέλετε ἐλθεῖν πρὸς μὲ ἵνα ζωὴν ἔχητε; οὐκοῦν ὅθεν ἔδει σώζεσθαι, φησὶν, ἐκεῖθεν τὰ μέγιστα τὰς ἑαυτῶν ζημιοῦντες οὐ νοεῖτε ψυχὰς, πρὸς μὲν μόνον τὸ ἀντιλέγειν ἐκ Μωυσαϊκῶν ἀκονώμενοι λόγων, τὰ δὲ ἐφ' οἷς ἦν ὑμᾶς τὴν αἰώνιον ἀποκερδαίνειν ζωὴν, οὐδ' ὅσον εἰς νοῦν τὸν ἑαυτῶν εἰσοικίζοντες.