Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.391
Not analysed yet
ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. "ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα"στήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. κατὰ "πάντα ὅσα ᾐτήσω παρὰ τοῦ Κυρίου τοῦ Θεοῦ σου ἐν "Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν "ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ "μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ "εἶπε Κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν· προ"φήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ "σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ "λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ἄνθρωπος "ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ "ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." ἐπανάληψίν τινα καὶ ἀνακεφαλαίωσιν τῶν Μωυσαϊκῶν βιβλίων τὸ Δευτερονόμιον ἔχει· διὸ δὴ τύπον ἐξ αὐτοῦ καὶ εἰκόνα τὴν ἐκ νομικῆς ἱερουργίας οὐκ ἔνεστιν ἑλόντας εἰπεῖν. ὅμως ἐπείπερ ἀσυνετεῖν οὐκ εἰθίσμεθα πάντα νοοῦντες ὀρθῶς διὰ Χριστὸν, τοῖς ἐντευξομένοις ἐροῦμεν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἀναμοχλεύοντες νοῦν Ἰδοὺ δὴ πάλιν ἀκατακαλύπτως ἡμῖν τὸ ἐπὶ Χριστῷ λαλεῖται μυστήριον, ἐξ ὁμοιότητος τῆς κατὰ Μωυσέα διὰ λεπτοτάτης θεωρίας ἐντέχνως μεταπλαττόμενον.