Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.390
Not analysed yet
"δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·" μακροῦ δὲ ὄντος τοῦ περὶ τούτων λόγου, καθάπερ εἰρήκαμεν, καὶ διὰ πολλῶν σχημάτων τοῦ πανσόφου Μωυσέως τὸ ἐπὶ Χριστῷ προανατυποῦντος μυστήριον, οὐκ ἀμέτρητόν τινα τοῖς ἐντευξομένοις ἐπισωρεύειν ὄχλον οἰησόμεθα δεῖν, ἀλλ' ἓν ἑλόντες ἐκ πάντων, σαφῆ τὴν ἀπόδειξιν ποιεῖσθαι σπουδάσομεν, ὅτι τοῦ Σωτῆρος ἡμῶν ἀληθὴς ἦν ὁ λόγος, ὃν ἐποιεῖτο πρὸς Ἰουδαίους εἰπών Εἰ ἐπιστεύετε Μωυσεῖ ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.