Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.393
Not analysed yet
"τοῦ Πατρὸς, ταῦτα ἀναγγελῶ ὑμῖν·" καὶ πάλιν "Ὅτι "ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ "αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." οὐκοῦν κατὰ μὲν τὴν τῆς μεσιτείας εἰκόνα, τύπος ἂν νοοῖτο Χριστοῦ καὶ πάλαι Μωυσῆς, τὰ θεόθεν διωρισμένα τοῖς υἱοῖς Ἰσραὴλ εὖ δὴ καὶ μάλα διακονούμενος· ἀλλ' ἡ μὲν Μωυσέως μεσιτεία διακονικὴ, ἐλευθέρα δὲ ἡ διὰ Χριστοῦ καὶ μυστικωτέρα, φυσικῶς τῶν μεσιτευομένων ἐπιθιγγάνοντος, καὶ πρὸς ἄμφω διήκοντος, τήν τε μεσιτευομένην ἀνθρωπότητά φημι, καὶ Πατέρα Θεόν. Ἦν μὲν γὰρ φύσει Θεὸς ὡς ἐκ Θεοῦ Μονογενὴς, οἱονεὶ τῆς τοῦ γεννήσαντος οὐ κεχωρισμένος οὐσίας, καὶ αὐτῇ προσπεφυκὼς, καθὸ νοεῖται καὶ ἐξ αὐτῆς· ἦν δὲ καὶ ἄνθρωπος, καθὸ γέγονε σὰρξ ἑαυτὸν ἡμῖν ἐξομοιῶν, ἵνα δι' αὐτοῦ συνάπτηται Θεῷ τὸ πολὺ κατὰ φύσιν διῃρημένον. ὅταν οὖν λέγῃ Μωυσῆς "ἀναστήσει Κύριος ὑμῖν προφήτην ὡς ἐμὲ," νοήσεις οὐχ ἑτέρως, ἢ ὅνπερ τρόπον ἀρτίως εἰρήκαμεν· ἐπεὶ καὶ αὐτὸς τὸν ἐπὶ τούτῳ λόγον ἐπισφραγίζει λέγων ὁ Θεός "Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω "ὥσπερ σὲ, καὶ θήσω τὰ ῥήματά μου ἐπ' αὐτῷ, καὶ λαλήσει "αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." "φέρει γὰρ "τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως" ὁ Υἱὸς, ὡς ὁ Παῦλός φησι, καὶ τὰς τοῦ Πατρὸς ἡμῖν ἀναγγέλλει φωνὰς, ἅτε δὴ παρ' αὐτοῦ μεσίτης κεχειροτονημένος, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ "Ἐγὼ δὲ κατεστάθην "βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ"γέλλων τὸ πρόσταγμα Κυρίου." Εἰ δέ τῳ δοκεῖ καὶ ἐξ ἑτέρων ἐννοιῶν ἐπὶ τὸν τῆς ὁμοιότητος ἀναβιβάζεσθαι τρόπον, ἐκλήψεται μὲν νομοθέτην τό Ὡς ἐμὲ, καὶ παροίσει πρὸς ἀπόδειξιν τό "Ἐῤῥέθη τοῖς