Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.394
Not analysed yet
"ἀρχαίοις Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν" Οὐκ ἐπιθυμήσεις. ἐκλήψεται δὲ πάλιν ὁμοίως τό Ὡς ἐμὲ, χειραγωγὸν οἱονεί τινα καὶ καθηγούμενον λέγων, εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν θελήσει Πατρὸς καὶ δι' ὧν ἂν γένοιτο τῆς εἰς οὐρανοὺς βασιλείας ἡ ὁδὸς ἱππήλατος· ὥσπερ οὖν ἀμέλει καὶ τοῖς ἀρχαιοτέροις ὁ μακάριος Μωυσῆς τῆς διὰ νόμου παιδαγωγίας διδάσκαλος ἀνεφαίνετο, πανταχῆ τοῖς ἰδίοις ἐπιτιθεὶς λόγοις τό "Ἵνα πολὺν ζήσῃς χρόνον, καὶ εἰσάξῃ σε Κύριος ὁ "Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου." ἐπειδὴ δὲ τοῖς εἰρημένοις ἐπήνεγκε "Καὶ ἄνθρωπος ὃς ἂν μὴ "ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνό"ματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ," ἀμαθαίνοντες Ἰουδαῖοι, καὶ πρὸς ἐσχάτην δυσηκοΐαν τὸν οἰκεῖον ἀποτραχύνοντες νοῦν, αὐτόκλητον ἤδη βλεπέτωσαν ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλοῦντες τὸν ὄλεθρον· ἔσονται γὰρ ὑπὸ θείαν ὀργὴν, ὀψώνια τῆς εἰς Χριστὸν παροινίας τὸ ἐν ὁλοκλήρῳ τῶν ἀγαθῶν ζημίᾳ γενέσθαι λαμβάνοντες· Εἰ γὰρ ἐπίστευον Μωυσεῖ, ἐπίστευον ἂν τῷ Χριστῷ· περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Πολλὴν ἄν τῳ δόξαι καὶ λίαν εἰκότως ὁ λόγος ἔχειν τὴν ἀσάφειαν. οἰχήσεται γὰρ καὶ οὐκ ἀπὸ σκοποῦ πρὸς ὑπονοίας οὐκ ἀληθεῖς, ὑπερκεῖσθαι τὰς Μωυσέως συγγραφὰς τῶν τοῦ Σωτῆρος ῥημάτων ὑπολαβών· ἔχει γάρ τινα τοιοῦτον ὁ λόγος τὸν σχηματισμὸν, καὶ ὅσον ἔστιν οὐκ ἐξ ἀκριβοῦς θεωρίας ἑλόντας εἰπεῖν, ἀξιολογωτέραν τῶν τοῦ Σωτῆρος ῥημάτων τοῖς Μωυσαϊκοῖς συγγράμμασιν ἐκπορίζει τὴν ὑπόληψιν. διὰ γὰρ τοῦ λέγειν Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε,