Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.397
Not analysed yet
ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν· ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων. Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. ΠΡΩΤΟΝ ἐκεῖνο χρῆναι τοῖς ἀκροωμένοις εἰπεῖν ὑπολαμβάνω ἀναγκαῖον, ὅτι τὰς ἐκ τῶν Ἱεροσολύμων μεταβάσεις ὁ Κύριος οὐ δίχα τινὸς ἀναγκαιοτάτης αἰτίας ὁρᾶται ποιῶν· οἰκονομεῖ δέ τι σχεδὸν ἐφ' ἑκάστῃ, καὶ ἐν τῇ τῶν πραγμάτων φύσει, καθάπερ ἐν πίνακι, καταγράφει μυστήρια. ὁποῖος μὲν οὖν τῆς μεταστάσεως ὁ σκοπὸς, καὶ τί τὸ ἐντεῦθεν ὑποδηλούμενον, ἐν οἰκείῳ καιρῷ καταφανὲς καταστήσομεν, ἐκβεβηκότων εἰς πέρας τῶν προκειμένων ἡμῖν κεφαλαίων· ἕκαστα γὰρ διελόντες κατὰ βραχὺ, καὶ τὸ ἐκ τῶν γραμμάτων διερμηνεύσαντες χρήσιμον, οὕτω τε τοῖς ἐντευξομένοις παραθέντες εἰς νόησιν, τελευταίαν ἐποίσομεν τὴν ἐπὶ τῷ παντὶ θεωρίαν τὰ πολυμερῶς εἰρημένα κεφαλαιωδέστερον ἐπιτέμνοντες· ὃ δὲ νῦν ἐν χερσὶν ὑπάρχει, τοῦτο καὶ πρῶτον εἰπεῖν οἰήσομαι δεῖν. Μετὰ ταῦτά φησιν ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. μετὰ ποῖα ταῦτα, ζητητέον οὐ παρειμένως. παράδοξος τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἰατρὸς ἀνεδείχθη