Ancient Greek · ~1 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.396
Not analysed yet
τὸ γεγραμμένον "Πλήρωμα νόμου καὶ προφητῶν ὁ Χρι"στός." οἱ τοίνυν, φησὶ, "τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν "λόγων τοῦ Θεοῦ" μὴ παραδεξάμενοι, καὶ τὸν δι' ἐμφανεστέρου τοῦ γράμματος χειραγωγοῦντα νόμον ταῖς εὐηθείαις ἐξωθούμενοι, πῶς ἂν ἔτι τῆς τελειοτέρας ἐφίκοιντο γνώσεως; ἢ πῶς ἂν αὐτοῖς εὐπαράδεκτον ἔτι τὸ μεῖζον, χωρηθέντος οὐδαμῶς τοῦ μικροῦ τε καὶ ὑποβεβηκότος;