Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.399
Not analysed yet
θάλασσαν, ἤτοι λίμνην οὕτω καλουμένην ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων. ἐπειδὴ δὲ τὸ δὴ μάλιστα κατασοβῆσαν αὐτὸν, καὶ μεταχωρεῖν ἀναπεπεικὸς εἰς ἑτέρους τε οἴχεσθαι τόπους καὶ τοσοῦτον τῆς Ἱερουσαλὴμ ἀπεσχοινισμένους, ἐκεῖνο δὴ μάλιστα ὑπάρχειν ἀρτίως εἰρήκαμεν, τὸ ἐγγὺς εἶναι τὸ πάσχα τῶν Ἰουδαίων· δεικνύναι πρέπειν ὑπολαμβάνω, καλῶς δὴ λίαν τὸ ἐν τοῖς Ἱεροσολύμοις εὑρίσκεσθαι κατ' ἐκεῖνο καιροῦ παραιτησάμενον τὸν Ἰησοῦν. Οὐκοῦν νόμος ὁ διὰ Μωυσέως ἀπὸ πάσης τῆς περιοικίδος ἀνατρέχειν εἰς Ἱεροσόλυμα τοὺς Ἰουδαίους ἐκέλευεν, ἐκεῖ τὴν ἐν τύπῳ τῆς σκηνοπηγίας ἐπιτελέσοντας ἑορτήν. καὶ νοήσει μὲν ἐντεῦθεν ὁ πνευματικὸς τὴν ἁπάντων τῶν ἁγίων ἐπισυναγωγὴν εἰς Χριστὸν, ὅτε δὴ καὶ ἀπὸ πάσης τῆς οἰκουμένης μετὰ τὴν τῶν νεκρῶν ἀναβίωσιν εἰς τὴν ἄνω συνενεχθήσονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἀναθήσοντες ἐκεῖσε τὰ χαριστήρια τῆς σκηνοπηγίας τῆς ἀληθοῦς, τουτέστι τῆς τῶν σωμάτων συμπήξεώς τε καὶ διαμονῆς, λελυμένης δηλονότι τῆς φθορᾶς, καὶ τοῦ θανάτου πεσόντος εἰς θάνατον. τὸ δὲ ὅσον εἰπεῖν εἰς τὸ ἐκ τῆς ἱστορίας γενέσθαι πεφυκὸς, ἀριθμὸν οὐκ ᾔδει τῶν ἀναβαινόντων εἰς Ἱερουσαλὴμ ἡ πληθὺς, καὶ ἦν δὴ μάλιστα κατ' ἐκεῖνο καιροῦ πολλὰ δύνασθαι τοὺς Φαρισαίους εἰκὸς, συναγορεύειν τῷ νόμῳ προσποιουμένους, καὶ ὡς ἐν πλήθει τοσούτῳ καταβοῶντας τοῦ παραβαίνοντος, ἢ καὶ παραβαίνειν οἰηθέντος αὐτοῖς. οὐδὲν γὰρ ὅλως τὸ χαλεπὸν, τὸν ἀμέτρητον τῶν ἀγελαίων ἀναῤῥιπίζειν ἑσμὸν, ὅταν τις αὐτὸν ἠδικῆσθαι λέγῃ καὶ παροτρύνειν ἐπιχειρῇ καὶ κατὰ τῶν λυπούντων οὐδέν· ὕδατος γὰρ δίκην, ἢ καὶ πυρὸς ἀδιακρίτοις καὶ ἀπροβουλεύτοις ὁρμαῖς διαῤῥιπτεῖται πανταχῆ, καὶ πρὸς ἅπαντα