Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.400
Not analysed yet
χωρεῖ τὰ παθεῖν ἀνεχόμενα. ταῦτα τοίνυν οὐκ ἀγνοήσας ὁ Κύριος ὑπεκκλέπτει μὲν τῆς Ἱερουσαλὴμ ἅμα τοῖς μαθηταῖς ἑαυτὸν, ἀφικνεῖται δὲ τῆς θαλάσσης πέραν τῆς Τιβεριάδος· ὅτι δὲ φονῶντας παραιτεῖται τοὺς Ἰουδαίους, καλῶς δὴ μάλα ποιῶν, εἰσόμεθα πάλιν καὶ διὰ τούτων. λέγει γὰρ αὐτὸς ὁ μακάριος Εὐαγγελιστής "Καὶ μετὰ ταῦτα περιεπάτει ὁ "Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ "περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι." Ὅτι μὲν οὖν παραιτεῖται τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἵνα μὴ πρόωρον ὑπομείνῃ τὸν θάνατον, συγκατανεύσω, φησὶν, ἐρεῖ τις τυχὸν, ἀλλ' εἰ καὶ φεύγει τὴν ἑορτὴν, οὔπω μανθάνω. οὐκοῦν οἱ μὲν νομισθέντες ἀδελφοὶ προσίασι λέγοντες ἐν τῇ Γαλιλαίᾳ τῷ Χριστῷ "Ἀνάβηθι ἐντεῦθεν καὶ ὕπαγε "εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου βλέπωσι τὰ "σημεῖα ἃ ποιεῖς." πρὸς αὐτοὺς δὲ ὁ Κύριος "Ὑμεῖς ἀνά"βητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν "ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται." Πρόδηλον οὖν ἄρα καὶ σαφὲς, ὅτι τῶν Ἱεροσολύμων ἐκκεχώρηκεν ὁ Σωτὴρ, οὐκ αὐθαίρετον τὴν ὡς ἐξ ἐκεῖθεν ἀποδημίαν στειλάμενος, ἀλλὰ καὶ τὰς τῶν ἀπειθούντων βδελυρίας ἐκμυσαττόμενος, καὶ τῶν διωκόντων τὴν ἀγριότητα τῆς εὐστοχίας περιπλανῶν, καὶ τέχνῃ τοῦ φθόνου τὸ βέλος ἀποκρουόμενος. ὑπεκνεύει δὲ πάλιν, καίτοι παθεῖν ἰσχύων οὐδὲν, εἴ γε καὶ παρῆν, ἵνα τύπον ἡμῖν ἀναγράψῃ καλὸν, οὐ δειλίας μᾶλλον, ἀλλ' εὐλαβείας καὶ ἀγάπης τῆς εἰς τὸν πέλας. εἰσόμεθα γὰρ, ὡς ἐκ τύπου πρὸς ἐπίγνωσιν χρησίμου χειραγωγούμενοι πράγματος, ὅτι διωκόντων ἡμᾶς τῶν ἐχθρῶν, καὶ εἰ μηδὲν ὁρῷτο παντελῶς ἐν τῷ παρεῖναι τὸ βλάβος, ἀλλ' ἐξιστάμενοί πως, καὶ διὰ τούτου σοφιζόμενοι τὰς τῶν ἐφόδων ἀκμὰς, ὑπεκτρέχοντές τε τὸ παραυτίκα θερμὸν, ἐξήβοις ἤδη περιτευξόμεθα ταῖς τῶν ἀδικούντων