Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.4
Not analysed yet
ἑτέρας ὑποδεικνύειν ἐντολῆς, πολὺ τῶν τοιούτων ἀφειδήσαντα καὶ λόγον οὐδένα πεποιημένον. τί γὰρ δὴ καὶ ἐπιτάττει πάλιν ἐπὶ τοῖς ψευδωνύμοις γενέσθαι θεοῖς; "Τοὺς "βωμοὺς αὐτῶν καθελεῖτε, φησὶ, καὶ τὰς στήλας αὐτῶν "συντρίψατε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψατε." παρὰ δέ γε τὸ οἰκεῖον θυσιαστήριον γεωργεῖσθαι ξύλον οὐκ ἐφίησι παντελῶς· "Οὐ φυτεύσεις γὰρ σεαυτῷ πᾶν ἄλσος παρὰ "τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου" καὶ διαγγέλλει σαφῶς. καὶ εἰ χρὴ τούτοις τι προσειπεῖν, κατὰ τὸν Παῦλον ἐρῶ τὸν σοφώτατον "Μὴ τῶν ξύλων μέλει τῷ Θεῷ; ἢ δι' "ἡμᾶς πάντως λέγει;" διὰ παχυτέρων παραδειγμάτων ἐπὶ τὰς τῶν πνευματικῶν θεωρίας χειραγωγῶν. οὐκοῦν ἤδη λέγωμεν, ὅτι τὰ μὲν τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, πόλεις ἂν νοοῖντο, καὶ οὐκ ἀκόμψως τάχα τῇ τοῦ κόσμου σοφίᾳ καὶ πολυπλόκοις νοημάτων ἀπάταις πεπυργωμέναι· ἀφικνεῖται γεμὴν ἐκπολιορκήσων αὐτὰς, καὶ τρόπον τινὰ κυκλῶν περιϊζάνει "τὸν τῆς πίστεως θυρεὸν ἀναλαβὼν, "καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ," πᾶς τις ὁ τοῖς ἱεροῖς τῆς Ἐκκλησίας ἐπαγωνιζόμενος δόγμασι, καὶ σθένει παντὶ ταῖς ἐκείνων ψευδομυθίαις ἀντιταττόμενος, λογισμούς τε καθαιρεῖν μελετήσας, ὡς ὁ Παῦλός φησι, "καὶ "πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ "αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." ὅταν οὖν ὁ τοιοῦτος, φησὶ, στρατιώτης Χριστοῦ, καθάπερ τινὰ γῆν ἀλλόφυλον τὰ πικρὰ τῶν αἱρέσεων περινοστεῖ συγγράμματα, δένδροις τε περιτυγχάνει τοῖς ἡμερωτάτοις, τουτέστιν, ἂν λόγους εὑρίσκῃ τοὺς ἀπὸ τῆς θεοπνεύστου γραφῆς, ἢ προφητῶν δηλονότι ῥητὰ περιειλκυσμένα πρὸς