Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.3
Not analysed yet
σιδήριον, τουτέστιν, ὅταν, μὴ κατὰ τῆς ἀληθοῦς διανοίας τῶν γεγραμμένων ὁ νοῦς ἐνεχθεὶς, ἔξω γένηται τῆς ὀρθῆς διαλήψεως, καὶ τὴν εὐθεῖαν ὥσπερ ἀφεὶς, ἐφ' ἑτέραν τινὰ φέρηται θεωρίας ὁδὸν ἐκτετραμμένην τοῦ πρέποντος. ὃ δὴ καὶ παθὼν, ἐν θορύβῳ μὲν καταστήσει τὸ οἰκεῖον τῆς ψυχῆς πρόσωπον, τουτέστι τὴν καρδίαν, δυναμώσει δὲ καθ' ἑαυτοῦ καὶ τὰς πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, αἳ πικροῖς τε καὶ διεστραμμένοις κατασοφίζονται λόγοις τῶν πλανωμένων τὸν νοῦν, πρὸς μὲν τὸ τῆς ἀληθείας κάλλος αὐτὸν ἀναβλέπειν οὐκ ἐπιτρέπουσαι, διαστρέφουσαι δὲ ποικίλως καὶ εἰς ἐκτόπους ἐννοίας ἀποφοιτᾶν ἀναπείθουσαι· λέγει γὰρ οὐδείς "Ἀνάθεμα Ἰησοῦς" εἰ μὴ ἐν Βεελζεβούλ. Καὶ μή τις οἰέσθω πεπλανημένος πεπλανημένην ἢ καὶ ἄλλως ἐκ παραλογισμοῦ ποιεῖσθαι τὴν ἐπὶ τούτοις ἐξήγησιν· ξύλα γὰρ ἔθος ὀνομάζειν ἐσθ' ὅτε τῇ θείᾳ γραφῇ, καθάπερ ἤδη προείπομεν, τὰ ἐν ταῖς θεοπνεύστοις γραφαῖς θεωρήματα. καὶ γοῦν διὰ τοῦ πανσόφου Μωυσέως πρὸς τοὺς κατ' ἐκεῖνο καιροῦ τοιοῦτόν τι φησὶν ὁ ἐπὶ πάντων Θεός "Ἐὰν "δὲ περικαθίσῃς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμῆσαι "αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα "αὐτῆς ἐπιβαλεῖν ἐπ' αὐτὰ σίδηρον, ἀλλ' ἀπ' αὐτοῦ φάγῃ, "αὐτὸ δὲ οὐκ ἐκλήψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ "δρυμῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; "ἀλλὰ τὸ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, "τοῦτο ἐξολοθρεύσεις καὶ ἐκλήψεις." ὅτι δὲ ἡμῖν τὰ τοιαῦτα νομοθετεῖν, εἰ περὶ ξύλων τῶν ἀπὸ τῆς γῆς νοοῖτο τὸ εἰρημένον, οὐκ ἂν ὁ τῶν ὅλων ἠξίωσε Θεὸς, παντὶ μέν που δῆλον ὑπάρχειν ὑπολαμβάνω· χρῆναι δ' οὖν ὅμως φημὶ καὶ ἐξ