Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.405
Not analysed yet
"Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἐγὼ ποιῶ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ "περὶ ἐμοῦ." καὶ πάλιν "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός "μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, "τοῖς ἔργοις μου πιστεύετε." ὥσπερ οὖν "ἀπὸ μεγέθους "καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται" Θεὸς, οὕτως ἀπὸ τῆς θεοσημείας, κατὰ τὴν ἴσην τῶν νοημάτων διασκευὴν, ὁ τῶν σημείων ὁρᾶται τελειωτὴς, καὶ ἡ τῶν ἀκολουθούντων πίστις δικαίως ἂν θαυμάζοιτο. Οἶμαι δ' ἔγωγε περιεργοτέραν τινὰ καὶ οὐχ ἁπλῆν τοῖς εἰρημένοις ἐγκεκρύφθαι διάνοιαν. ὁρῶμεν γὰρ λέγονται τὸν Εὐαγγελιστὴν, οὐχ ὅτι μόνον σημείων ἦσαν φιλοθεάμονες οἱ ἀκολουθήσαντες τῷ Χριστῷ, ἀλλὰ καὶ ποίων ἦσαν σημείων δικαιότατοι θαυμασταί. προστίθησι γὰρ ὅτι Ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ἵνα διὰ τούτων ἐναντίως ἔχουσαν τῇ τῶν Ἰουδαίων τὴν τῶν ἀκολουθούντων ἀποδείξῃ διάνοιαν. οἱ μὲν γὰρ ὅτι τὸν παράλυτον ἀσθενοῦντα τεθεράπευκε, δυσσεβῶς χαλεπαίνουσιν, οἱ δὲ οὐ μόνον ἐπὶ τούτοις παρόντα θαυμάζουσιν, ἀλλὰ καὶ ἀποδημοῦντι συνεκτρέχουσιν, ὡς θαυματουργῷ καὶ Θεῷ. φύγωμεν τοίνυν τὴν Ἰουδαίοις πρέπουσαν ἀμαθίαν, οἱ Χριστὸν δεσπότην ἐπιγραφόμενοι, προσεδρεύσωμεν αὐτῷ διὰ τῆς ὑπομονῆς, ὅπερ ἔδρων τληπαθῶς οἱ σοφώτατοι μαθηταί· χωρίζεσθαι μὲν καὶ λειποτακτεῖν ἀνεχόμενοι μηδαμῶς, αὐτοῖς δὲ λοιπὸν ἀναβοῶντες τοῖς πράγμασι τὸ νεανικῶς ὑπὸ τοῦ Παύλου λεγόμενον "Τίς ἡμᾶς χωρίσει "ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ διωκομένῳ καὶ φεύγοντι τὰς τῶν μαχομένων αὐτῷ δυστροπίας, ἵνα καὶ εἰς ὄρος ἀναβαίνωμεν, καὶ ἐκεῖ καθίσωμεν σὺν αὐτῷ, τουτέστιν εἰς περιφανῆ καὶ εὐκλεεστάτην ἀναπηδήσωμεν χάριν, διὰ τοῦ συμβασιλεύειν αὐτῷ, καθάπερ οὖν