Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.404
Not analysed yet
Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολὺς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων· ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ· ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς, κατὰ τὸ ἐν προφήταις εἰρημένον "Ἐγκαταλέλοιπα τὸν οἶκόν "μου, ἀφῆκα τὴν κληρονομίαν μου," ὅτε τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων ἀπολακτίσας λαὸν τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς μὲν ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ καὶ εἰς ὄρος αὐτὸς, κατ' ἐκεῖνο δὴ πάντως ὅπερ εἴρηκε φθάσας "Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω "πρὸς ἐμαυτόν." ὑψώθη μὲν γὰρ ἐκ τῆς γῆς, καὶ εἰς τὸν ὑπὲρ ἡμῶν ἀναβαίνων σταυρόν· ὑψώθη δὲ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ' ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς. παρ' ἐκείνοις μὲν γὰρ ταπεινός τις ὑπάρχειν, καὶ οὐδὲν ὅλως κατὰ τὸ παντελὲς, ἐνομίζετο· καὶ γοῦν Σαμαρείτην ἀποκαλοῦντες οὐκ ἔφριττον, σεμνότερον δέ πως ἀτιμάζοντες τὸν τοῦ τέκτονος αὐτὸν ἀπεκάλουν υἱόν· παρὰ δέ γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς μεγαλουργὸς καὶ Θεὸς, ὡς τῶν παραδόξων ἐργάτης ἀποθαυμάζεται. ἀκούῃς γὰρ, ὅπως εὐσεβὴς τοῖς ἀκολουθήσασιν ἐνυπάρχει σκοπός. ὅτι γὰρ ἐθεώρουν τὰ ἐπὶ τῶν ἀσθενούντων σημεῖα, διὰ τοῦτο δὴ μάλα θερμῶς ἕπεσθαι δεῖν ὑπελάμβανον, ὡς ἀπὸ τῶν τελουμένων ἀναλόγως ἐπὶ τὴν τοῦ τελοῦντος ἐπίγνωσιν ποδηγούμενοι, καὶ ἀπὸ τῆς θεοπρεποῦς ἐξουσίας τὸν ταύτην ἠμφιεσμένον φυσικῶς ἐννοοῦντες Υἱόν. διὰ ταύτης δὲ χρῆναι βαδίζειν ἡμᾶς τῆς ὁδοῦ πρὸς τὴν ἐφ' ἑαυτῷ πίστιν ἐκέλευσεν ὁ Σωτήρ·