Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.407
Not analysed yet
Κατὰ μὲν οὖν τῆς ἱστορίας τὸν λόγον, οὐκ ἀπὸ σκοποῦ συντείνεται τῶν εἰρημένων ἡ δύναμις, μεταβαλόντες δὲ πάλιν αὐτὰ πρὸς θεωρίαν πνευματικὴν, καὶ τὸ ἐν τύπῳ παχὺ περικείροντες σχῆμα, γυμνότερον ἤδη φαμὲν, ὡς διὰ προθυμίας ἀγαθῆς καὶ πίστεως τοὺς ἐπιζητοῦντας αὐτὸν, καθάπερ ἐξ ὄρους, ἐξ ὑψηλῆς δηλονότι καὶ θεοπρεποῦς τῆς προγνώσεως, προαναβλέπει Θεὸς, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου "Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος "τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." ἐπαίρει τοίνυν τοὺς ὀφθαλμοὺς ὁ Χριστὸς, οἱονεὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἐπιδεικνύων τοὺς ἀγαπῶντας αὐτόν· ὥσπερ οὖν ἀμέλει καὶ ἐν εὐλογίας τρόπῳ πρὸς τὸν Ἰσραὴλ ἐλέγετο "Ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δώῃ σοι "εἰρήνην·" ἀλλ' οὐ μέχρι μόνης τῆς ἐπισκέψεως ἡ ἐπὶ τοῖς τιμῶσιν αὐτὸν ὁρίζεται χάρις, ἀλλά τι καὶ ἕτερον προστιθεὶς ὁ μακάριος Εὐαγγελιστὴς, οὐκ ἀπρονοήτως ἔχοντα τῶν ὄχλων δεικνύει τὸν Κύριον, ἀλλ' εἰς τροφὰς ἤδη καὶ πανδαισίαν εὐτρεπιζόμενον· ἵνα δὴ πάλιν διὰ τούτου νοῇς τὸ ἐν παροιμίαις φερόμενον "Οὐ λιμοκτονήσει Κύριος ψυχὴν "δικαίαν·" ἑαυτὸν γὰρ παρατίθησι, καθάπερ ἄρτον ἐξ οὐρανοῦ, καὶ τὰς τῶν φοβουμένων αὐτὸν ἀποθρέψει ψυχάς· πάντα δὲ αὐτοῖς ἑτοιμάζει τὰ ζωαρκῆ, καθάπερ οὖν ἐν ψαλμοῖς λέγει τό "Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι "οὕτως ἡ ἑτοιμασία σου." καὶ αὐτὸς δέ που φησὶν ὁ Χριστός "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ἐρχόμενος πρὸς μὲ οὐ "μὴ πεινάσῃ πώποτε·" ἐπιδώσει γὰρ, καθάπερ ἤδη προείπομεν, τὰς ἐξ οὐρανοῦ δηλονότι τροφὰς, καὶ τὴν πολυειδῆ τοῦ Πνεύματος ἐπιδαψιλεύσεται χάριν. εὐτρεπίζεται γεμὴν πρὸς τὸ δοῦναι τοῖς προσιοῦσι τὰς τροφὰς, οὐδὲ περιμείνας τὴν αἴτησιν. "Τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ