Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.408
Not analysed yet
"οἴδαμεν," αὐτὸς δὲ ὀρέγει προλαβὼν, ἅπερ ἡμᾶς εἰς ζωὴν συνέχει τὴν αἰώνιον. Λέγει τοίνυν πρὸς Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους; διατί πρὸς Φίλιππον, καίτοι τῶν ἄλλων συμπαρεστώτων τε καὶ προσκαρτερούντων αὐτῷ μαθητῶν, ἀναγκαῖον ἰδεῖν. οὐκοῦν ζητητικὸς μὲν ὁ Φίλιππος καὶ φιλομαθὴς, ὀξὺς δὲ οὐ λίαν εἰς τὸ δύνασθαι συνιέναι θερμῶς τὰ θεοπρεπέστερα. τοῦτο δ' ἂν μάθοις, ἐκεῖνο κατὰ σαυτὸν ἀναλογισάμενος, ὅτι χρόνους ἀκολουθήσας τῷ Σωτῆρι μακροὺς, καὶ ποικίλως τὰ περὶ τῆς θεότητος αὐτοῦ συλλέγων μαθήματα, καὶ πλουσιωτάτην διά τε πραγμάτων καὶ λόγων ἐρανιζόμενος ἐπ' αὐτῷ τὴν κατάληψιν, ὡς οὐδὲν οὔπω μαθὼν, ἐν τελευταίοις τῆς οἰκονομίας καιροῖς λέγει πρὸς τὸν Ἰησοῦν "Κύριε, δεῖξον ἡμῖν τὸν "Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·" ἀλλ' ὡς ἀκακοήθως εἰπὼν εὖ μάλα μετεπαιδεύετο· "Τοσοῦτον γὰρ χρόνον μεθ' ὑμῶν "εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε," φησὶν ὁ Χριστός. ὡς οὖν παχυτέρῳ πρὸς νόησιν, καὶ βραδύτερόν πως ἤπερ ἐχρῆν πρὸς τὴν τῶν θειοτέρων ἰόντι κατάληψιν, προτείνει τὴν πεῦσιν, γυμνάζων εἰς πίστιν τὸν μαθητήν. τοῦτο γὰρ σημαίνει τό Πειράζων ἐν τούτοις, εἰ καὶ καθάπερ ὁ μακάριος Εὐαγγελιστὴς διισχυρίσατο Αὐτὸς δὲ ᾔδει τί ἔμελλε ποιεῖν. Τὸ δέ Πόθεν ἀγοράσομεν λέγων, τῶν συνόντων αὐτῷ τὸ ἀφιλοχρήματον, καὶ τὴν ἑκούσιον διὰ Θεὸν πτωχείαν ἐπιδεικνύει, οὐδ' ὅσον εἰς τὸ πρίασθαι τὰς ἀναγκαίας ἐχόντων τροφάς. ὁμοῦ δέ τι τούτῳ προσεργάζεται, καὶ διὰ τέχνης οἰκονομεῖ. τὸ γάρ Πόθεν, οὐ μάτην, ὡς πρὸς οὐδὲν ὅλως ἐπικομίζεσθαι μελετήσαντας, ἀλλὰ καὶ εἰς ἄκρον ἀφιλαργυρεῖν εἰθισμένους φησίν. ἀποκλείσας δὴ οὖν καὶ ἀποτεμὼν εὐφυεστάτως τὴν ἐπ' ἀργύροις ἐλπίδα, μονονουχὶ καὶ ἀνα-