Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.418
Not analysed yet
τροφήν· τοῦτο γὰρ ὑποδηλοῖ, τὸ ἀπὸ κριθῆς. διὰ δὲ τῶν ὀψαρίων ἡ διὰ τῶν ἁλιέων τροφὴ, τουτέστι τὰ τρυφερώτατα τῶν τοῦ Σωτῆρος μαθητῶν συγγράμματα· καὶ δύο ταῦτα, φησὶν, ἀποστολικὸν ἐν ἡμῖν καὶ εὐαγγελικὸν διαλάμπει κήρυγμα. ἄμφω δὲ ταῦτα τῶν ἁλιέων εὑρήματα καὶ λογογραφίαι πνευματικαί. ἀναμίξας τοιγαροῦν ὁ Σωτὴρ τοῖς παλαιοῖς τὰ νέα, διὰ νόμου καὶ μαθημάτων διαθήκης καινῆς τῶν εἰς αὐτὸν πιστευόντων τὰς ψυχὰς ἀποτρέφει πρὸς ζωὴν, δῆλον ὅτι τὴν αἰώνιον. ὅτι γὰρ ἐξ ἁλιέων οἱ μαθηταὶ, πρόδηλον δήπου καὶ σαφές· εἰ γὰρ καὶ μὴ πάντες τυχὸν, ἀλλ' ἐπείπερ εἰσὶν ἐν αὐτοῖς οἱ τοιοῦτοι, οὕτω τῆς ἐπὶ τοῖς εἰρημένοις ἀληθείας ὁ λόγος ἡμῖν οὐκ ἐξοιχήσεται. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἅπερ ἐπερίσσευσε τοῖς βεβρωκόσι. Δόξειε μὲν ἄν τῳ φειδοῖ τῶν περισσευμάτων τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάξαι Χριστὸς συλλέγειν αὐτά. ἀλλ', οἶμαι, παστισοῦν ἐννοήσαι πρεπόντως, ὡς οὐκ ἂν εἰς τοῦτο μικρολογίας καταβαίνειν ἠνέσχετο· καὶ τί λέγω Χριστός; ἀλλ' οὐδὲ εἷς τις τῶν καθ' ἡμᾶς. τί γὰρ ἦν ἐκ πέντε ἄρτων κριθίνων τὸ περιλελεῖφθαι προσδοκώμενον; ἀλλ' ἔχει πολλὴν οἰκονομίαν ὁ λόγος, καὶ τὸ θαῦμα τοῖς ἀκροωμένοις διαφανὲς ἐργάζεται. τοσαύτη γάρ τις ἐνέργεια θεοπρεποῦς ἐξουσίας περὶ τὸ πρᾶγμά ἐστιν, ὡς μὴ μόνον ἐκ πέντε τὸν ἀριθμὸν κριθίνων καὶ ὀψαρίων δυοῖν δῆμον οὕτω κατακορεσθῆναι πολὺν, ἀλλ' ἔτι πρὸς τοῦτο καὶ συγκομισθῆναι λειψάνων κοφίνους δώδεκα. ἄλλως τε καὶ ἑτέραν τινὰ κατὰ τὸ εἰκὸς τὸ θαῦμα τὴν ὑπόνοιαν ἀπεκρούσατο, τῇ τῶν λει-