Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.417
Not analysed yet
κῶς τό Εὐχαριστῶ σοι λαμβάνεται, οὕτως καὶ ἐνταῦθα τό Εὐλογήσας ἐπὶ τῶν ἄρτων νοεῖται. Σημειωτέον δὲ, ὅτι ἀντὶ τοῦ Εὐχαριστήσας, τό Εὐλογήσας εἴρηκεν ὁ Ματθαῖος, διαφωνήσει δὲ οὐδαμῶς τῶν ἁγίων ἡ ἔκδοσις. ἓν γὰρ ἀποδείξει τὸ συναμφότερον ὁ Παῦλος εἰπών "Ὅτι πᾶν βρῶμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, "ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως·" εὐλογεῖται δὲ πάντως τὸ ἁγιαζόμενον διὰ τῆς ἐν ἐντεύξει προσευχῆς, ἣν ἐπὶ τραπέζαις ἀεὶ ποιεῖν εἰθίσμεθα. Ἐπειδὴ δὲ ἀζήτητον τῶν συμφερόντων οὐδὲν καταλιμπάνεσθαι πρέπει· φέρε δή τι βραχὺ καὶ εἰς τοὺς πέντε λέγωμεν ἄρτους, οἵπερ ἦσαν παρὰ τῷ παιδαρίῳ καὶ εἰς τὰ δύο ὀψάρια· λόγον γὰρ ὠδίνει μυστικὸν τῶν ηὑρημένων αὐτό τε τὸ εἶδος, καὶ μὴν καὶ ὁ ἀριθμός. διὰ τί γὰρ, τυχὸν ἐρεῖ τις τῶν φιλομαθεστέρων, οὐχὶ μᾶλλον τέσσαρες οἱ ἄρτοι, καὶ τρεῖς οἱ ἰχθύες; διατί δὲ μὴ πέντε, καὶ τέσσαρα ὀψάρια; τί δὲ ἦν ὅλως τὸ ἀναγκάζον καὶ τῶν ηὑρημένων ἐξηγεῖσθαι τὸν ἀριθμὸν, καὶ οὐχὶ μᾶλλον ἁπλούστερόν τε καὶ ἀπολύτως εἶπεν ἐξ ὀλίγων κομιδῆ τῶν ηὑρημένων τὴν ἀμέτρητον τῶν ἀκολουθούντων ἀποτετράφθαι πληθύν; τὸ δὲ λίαν ἐσπουδασμένως καὶ περὶ τούτων ἐξηγεῖσθαι τὸν μακάριον Εὐαγγελιστὴν, δίδωσί τι πάντως ἐννοεῖν, ὃ καὶ ζητεῖν ἀναγκαῖον. Οὐκοῦν, πέντε μὲν εἶναί φησι τοὺς ἄρτους, καὶ τοῦτο κριθίνους, δύο δὲ τὰ ὀψάρια, καὶ διὰ τούτων ἀποτρέφει Χριστὸς τοὺς ἀγαπῶντας αὐτόν. οἶμαι δὲ ἔγωγε· καὶ σκοπείτω τὸ κρεῖττον ὁ φιλομαθής· ὅτι διὰ μὲν τῶν πέντε ἄρτων τῶν κριθίνων, τὸ πενταμερὲς τοῦ πανσόφου Μωυσέως βιβλίον σημαίνεται, τουτέστι σύμπας ὁ νόμος, παχυτέραν ὥσπερ εἰσφέρων τὴν διὰ τοῦ γράμματος καὶ τῆς ἱστορίας