Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.420
Not analysed yet
καιρόν; μέμνησο λέγοντος τοῦ μελῳδοῦ "Ὅτι οὐκ ἔστιν ἐν "τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολο"γήσεταί σοι;" ποῖος γὰρ ἔτι τῶν νεκρῶν ὁ καρπὸς, ἢ πῶς ἔτι μεμνήσεταί τις Θεοῦ διὰ τοῦ πληροῦν ἐντολὴν τῶν ἐν ᾅδου καταβεβηκότων; "Συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ," κατὰ τὸ γεγραμμένον· διάτοι τοῦτο καὶ ὁ σοφώτατος ἡμᾶς ἐπαίδευε Παῦλος "Ἕως καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγα"θὸν," ἐπιστέλλων τισί. Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ ἐκ τῆς ἱστορίας λελέξεται χρήσιμον· ἐπειδὴ δὲ πνευματικῶς ἐκλαμβάνοντες τὰ εἰρημένα· χρῆν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως· διὰ μὲν τῶν πέντε κριθίνων τὸ Μωυσαϊκὸν ἔφημεν ὑποδηλοῦσθαι βιβλίον, διὰ δὲ τοῖν δυοῖν ὀψαρίοιν, τὰ σοφὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα· χρῆναι πάλιν ὑπολαμβάνω καὶ ἐπὶ τῆς τῶν λειψάνων συλλογῆς, μυστικόν τε καὶ πνευματικὸν ἐπινοῆσαι θεώρημα, τῇ τῶν εἰρημένων ἀκολουθίᾳ συντρέχον. οὐκοῦν ἐκέλευε μὲν ὁ Σωτὴρ ἀναπίπτειν μὲν τοὺς ὄχλους, εὐλογήσας δὲ τοὺς ἄρτους καὶ τὰ ὀψάρια παρετίθει, διὰ τῆς τῶν μαθητῶν ὑπουργίας δηλαδή· ἐπειδὴ δὲ κατεκορέσθησαν παραδόξως οἱ βεβρωκότες, συλλέγειν ἐπιτάττει τὰ λείψανα, καὶ πληροῦνται κόφινοι δώδεκα, εἷς ἑκάστῳ τῶν μαθητῶν κατὰ τὸ εἰκός· ἦσαν γὰρ τοσοῦτοι καὶ αὐτοί. τί οὖν ἐντεῦθεν ὑπονοήσομεν, ἢ πάντως ἐκεῖνο, καὶ οὐκ ἐψευσμένως, ὅτι πανηγυριάρχης μὲν τῶν ἐπ' αὐτῷ πιστευόντων ἐστὶν ὁ Χριστὸς, καὶ τοὺς πρὸς αὐτὸν ἰόντας ἀποτρέφει τοῖς θείοις τε καὶ οὐρανίοις, δῆλον ὅτι μαθήμασι, νομικοῖς τε καὶ προφητικοῖς, εὐαγγελικοῖς τε καὶ ἀποστολικοῖς. ἀλλ' οὐ πάντως αὐτὸς ὁρᾶται τούτων ὁ αὐτουργὸς, διακονοῦσι δὲ ἡμῖν τὴν ἄνωθεν χάριν οἱ μαθηταί· αὐτοὶ γὰρ οὐκ εἰσὶν "οἱ λαλοῦντες" κατὰ τὸ εἰρημένον, "ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ