Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.421
Not analysed yet
"λαλοῦν ἐν" αὐτοῖς· ἀλλ' οὐκ ἀμισθὶ τοῖς ἁγίοις ἀποστόλοις ὁ πρὸς τοῦτο γενήσεται πόνος. παραθέντες γὰρ ἡμῖν τὰς πνευματικὰς δῆλον ὅτι τροφὰς, καὶ τὰ παρὰ τοῦ Σωτῆρος ἡμῶν ἀγαθὰ διακονησάμενοι, πλουσιωτάτην ἀποίσονται τὴν ἀνταπόδοσιν, καὶ πληρεστάτην εὑρήσουσι παρὰ Θεοῦ τῆς φιλοτιμίας τὴν χάριν. οἶμαι γὰρ τοῦτο, καὶ οὐχ ἕτερόν τι, δηλοῦν τὸ μετὰ τοὺς πόνους καὶ τὴν ὑπουργίαν τὴν ἐπὶ τοῖς δαιτυμόσι δεδαπανημένην, κόφινον ἑκάστῳ συνειλέχθαι μεστὸν διὰ προστάγματος τοῦ Χριστοῦ. ὅτι δὲ μετ' ἐκείνους τὰ ἐκ τοῦ τύπου διαβήσεται καὶ εἰς τοὺς τῶν ἁγίων ἡγουμένους ἐκκλησιῶν, οὐκ ἀμφίλογον. Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Θαυμάζουσι τὸ σημεῖον οἱ δοκιμάζειν εἰδότες τὰ θεοπρεπῆ, καὶ ἀνθρωπίνῳ μᾶλλον λογισμῷ διοικούμενοι, ἤπερ κτηνώδη νοσοῦντες τὴν ἀβουλίαν, ὁποῖοί τινες ἦσαν οἱ δυσσεβεῖς Ἰουδαῖοι, δέον ὠφελεῖσθαι τῇ τῶν τελουμένων περιφανείᾳ, καὶ τὸ κρίνειν ὀρθῶς δύνασθαι ζημιούμενοι. χρῆναι γὰρ ἤδη καὶ καταλιθοῦσθαι τὸν Ἰησοῦν ἐδοκίμαζον, τῶν παραδόξων ὅτι δὴ πολλάκις ὁρῷτο δημιουργός. ἀμείνους τοιγαροῦν καὶ οὐ κατά τι μέρος βραχὺ τῆς ἐκείνων ἀπονοίας, οἱ τῇδε θαυμάζοντες, καὶ ἐφ' ἑνὶ τούτῳ καὶ μεγάλῳ σημείῳ σωφρόνως ἀναπεπεισμένοι λοιπὸν, ὅτιπερ εἴη πάντως αὐτὸς ὁ καὶ ἥξειν εἰς κόσμον ἐν προφήτου τάξει προκεκηρυγμένος· ἐπιτήρει δὲ, ὅση πάλιν ἐντεῦθεν ὁρᾶται διαφορὰ, γένους τε φημὶ τοῦ ἐξ Ἰσραὴλ, καὶ τῶν ἔξω τῆς Ἰουδαίας κειμένων· οἱ μὲν γὰρ καίτοι πολλῶν καὶ οὐκ ἀναξίων εἰς τὸ θαυμάζεσθαι γεγονότες θεωροὶ, σκληροὶ μὲν οὐχ ὅπως εἰσὶ καὶ ἀπάνθρωποι