Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.423
Not analysed yet
μὴ προσίεσθαι καλὸν, ἵν' εἰς ἐκείνην ἀναβαίνωσι τὴν παρὰ Θεοῦ· ἀπρεπὲς γὰρ ὄντως τὸ ἐν τούτοις διαλάμψαι φιλεῖν, τοὺς οἵ γε πρὸς θείαν ἐπείγονται χάριν, καὶ δόξαν διψῶσι τὴν αἰώνιον. Παραιτητέον τοιγαροῦν τὴν ὑπεροψίας ἀδελφὴν καὶ γείτονα φιλοδοξίαν, καὶ οὐ πολὺ τῷ μέτρῳ τῶν ἐκείνης ὅρων ἀπεσχοινισμένην. καὶ τὸ μὲν ἐπιφανὲς ἐν τιμῇ κατὰ τὸν παρόντα βίον, ὡς ἀδικοῦν ἀποφύγωμεν, ζητῶμεν δὲ μᾶλλον τὸ ἐν ταπεινώσει σεμνὸν, παραχωροῦντες ἀλλήλοις, καθάπερ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος ἐνουθέτει λέγων "Τοῦτο φρο"νείτω ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς "ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι "ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν "ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς "ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι "θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν "ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν "ὄνομα." ὁρᾷς ὅπως ἡ ἑκούσιος ταπείνωσις λαμπρὸν ἔχει τὸ τέλος, καὶ ῥίζα πολλῶν ἡμῖν ἀγαθῶν τὸ μέτριον ἀναφαίνεται φρόνημα; ἐν μορφῇ μὲν γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς τεταπείνωκεν ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γενόμενος δι' ἡμᾶς, ἀλλ' εἰ καὶ πέφηνεν ἐν τῷδε τῷ βίῳ μετὰ σαρκὸς, ἀλλ' οὐκ ἔμεινε ταπεινός· ἀνατρέχει γὰρ εἰς τὸ ἀρχαῖον ἀξίωμα καὶ εἰς δόξαν τὴν θεοπρεπῆ, καὶ εἰ γέγονεν ἄνθρωπος. τὸν αὐτὸν δὴ τοῦτον νοήσαι τις τρόπον καὶ ἐφ' ἡμῶν. ὅταν γὰρ ἑαυτοὺς τῶν διακένων ὑψωμάτων τοῦ παρόντος βίου κατακομίζωμεν καὶ ζητῶμεν τὰ ταπεινὰ, τότε δὴ πάντως καὶ τὴν ἄνωθεν ἀντικομιούμεθα δόξαν, καὶ εἰς τὸ εἶναι θεοὶ κατὰ χάριν ἀναβησόμεθα, καθ' ὁμοιότητα λαμβάνοντες τὴν ὡς πρὸς τὸν ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸν τὸ