Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.424
Not analysed yet
καλεῖσθαι τέκνα Θεοῦ· καὶ ἵνα τι τοῖς προκειμένοις εἴπω τὸ συγγενὲς, καὶ αὐτὴν, εἰ πρόσεισι, τὴν ἐπὶ γῆς ἀκρότητα παραιτώμεθα τὴν ἁπάσης μητέρα τιμῆς, εἰ φρονοῦμεν τὰ ἐπουράνια, καὶ τοῖς ἄνω πολιτευόμεθα μᾶλλον ἤπερ τοῖς ἐπὶ τῆς γῆς. Πνευματικῶν δὲ θεωρημάτων ὁ λόγος ἡμῖν οὐκ ἀμοιρεῖ, διὸ δὴ πάλιν ἐροῦμεν, ὅλην ὥσπερ ἀνακεφαλαιούμενοι τῶν γεγενημένων τὴν δύναμιν, καὶ τὸν ἐξ ἀρχῆς τῶν προκειμένων ἀναμηρυσάμενοι λόγον· οὕτω γὰρ ἡμῖν ἔσται καταφανὲς τὸ ῥηθήσεσθαι μέλλον, μάλισθ' ὅτι προστέθεικεν ὁ μακάριος Εὐαγγελιστὴς, ὥσπερ ἀναγκαῖόν τι καὶ ἀπαραίτητον ὑποδηλῶν, τὸ, ὅτι ἀνεχώρησεν εἰς τὸ ὄρος αὐτὸς μόνος. οὐκοῦν τὴν τῶν Ἰουδαίων ἀπανθρωπίαν παραιτούμενος, ἀπεδήμει μὲν τῆς Ἱερουσαλὴμ ὁ Χριστὸς, ὅπερ ἐστὶν ἐναργῶς "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν "μου." διαπεραιωσάμενος δὲ τὴν Τιβεριάδος θάλασσαν, καὶ πολὺ λίαν τῆς ἐκείνων ἀπονοίας ἀπεσχοινισμένος, ἀνεπήδα πρὸς ὄρος ἅμα τοῖς μαθηταῖς· ἃ δὴ καὶ ὑποδηλοῦν εἰρήκαμεν τό τε ἄβατον ὥσπερ καὶ ἀνήνυτον τοῖς Ἰουδαίοις τῆς ὡς ἐπ' αὐτὸν ὁδοῦ, καὶ τὴν ἐξ ὀργῆς τῆς ἐπὶ τῷ πάθει γενομένην ἀναχώρησιν τοῦ Χριστοῦ μέχρι καιροῦ, δῆλον ὅτι τοῦ πρέποντος, καὶ ὅτι περιφανὴς ἔσται Χριστὸς ἅμα τοῖς ἑαυτοῦ μαθηταῖς, ὅταν ἐκβαίνῃ τὴν Ἰουδαίαν καὶ πρὸς τὰ ἔθνη βαδίζῃ μετατιθεὶς ἐπ' ἐκεῖνα τὴν χάριν· ἀπὸ δέ γε τοῦ ὄρους τοὺς ἑπομένους αὐτῷ κατεσκέπτετο, καὶ προσέτι τούτῳ διενοεῖτο περὶ τροφῆς. καὶ τοῦτο δὲ πάλιν ἐλέγομεν καθάπερ ἐν τύπῳ σημαίνειν καὶ τὴν ἄνωθεν τοῖς ἁγίοις χρεωστουμένην ἐπισκοπὴν, κατὰ τό "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους," καὶ ὅτι τῶν σεβομένων αὐτὸν οὐκ ἀπρονοήτως ἔχει ὁ Χριστός. εἶτα παραδόξως ὁ πολὺς ἀπετρέφετο δῆμος, διά γε τῶν