Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.428
Not analysed yet
ἀγριότης, ῥοιζηδὸν τοῖς κύμασιν ἐπεμβαίνουσα, καὶ πρὸς ὕψος ἤδη τὸ ἀσύνηθες διανιστῶσα τὸν κλύδωνα. ἀλλὰ καὶ τούτων ἤδη γεγενημένων, οὔπω φησὶν ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· ἐν τούτῳ γὰρ ἦν μάλιστα τὸ κινδύνευμα, καὶ τὸ τοῦ φόβου πλέον τὸ μὴ παρεῖναι Χριστὸν τοῖς πλέουσιν ἐνειργάζετο. Οὐκοῦν ἀνάγκη χειμάζεσθαι τοὺς μὴ συνόντας αὐτῷ, διατεμνομένους δέ πως, ἢ καὶ δοκοῦντας ἀποδημεῖν διὰ τοῦ τῶν θείων ἐξοίχεσθαι νόμων, καὶ χωριζομένους διὰ τὴν ἁμαρτίαν τοῦ διασώζειν ἰσχύοντος. οὐκοῦν εἰ βαρὺ τὸ ἐν σκότῳ γενέσθαι τῷ νοητῷ, καὶ εἰ χαλεπὸν τὸ ἐν θαλάσσῃ πικρᾷ τῶν ἡδονῶν καταπνίγεσθαι, προσδεξώμεθα τὸν Ἰησοῦν· τοῦτο γὰρ ἡμᾶς καὶ κινδύνων ἀπαλλάξει, καὶ τῆς εἰς θάνατον ἁμαρτίας. ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγονόσιν ὀφθήσεται· ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητάς. Ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. ὁ δὲ εἶπεν αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ὅτε μακροῖς διαστήμασι τῆς ἠπείρου χωρίζονται, καὶ παθόντας ἦν εἰκὸς διασώζεσθαι μηδαμῶς· μέσην γὰρ ἤδη εἶχον τὴν θάλασσαν· τότε δὴ μάλα τριποθήτως αὐτοῖς ἐπιφαίνεται ὁ Χριστός· ἦν γὰρ οὕτω καὶ χαριεστάτην τοῖς κινδυνεύουσιν ἐπιδοῦναι τὴν σωτηρίαν, πᾶσαν αὐτοῖς τὴν ἐπὶ τῷ ζῆν ἐλπίδα προαποτεμόντος ἤδη τοῦ φόβου. ἐπιφαίνεται δὲ παραδόξως αὐτοῖς· τοῦτο γὰρ ἦν μάλιστα τὸ πρὸς ὠφέλειαν οἰκονομούμενον· καταπλήττονται δὲ διὰ μέσης θαλάσσης καὶ ἐπ' αὐτῶν ὑδάτων ἰόντα βλέποντες τὸν Ἰησοῦν, καὶ προσθήκην τῷ φόβῳ τὸ θαῦμα λαμβάνουσιν· ἀπαλλάττει