Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.427
Not analysed yet
αὐτὸς ἀποτρέφειν ἐβούλετο, ἀτονήσειν δέ πως αὐτὸν περὶ τοῦτο Φίλιππός τε καὶ Ἀνδρέας ὑπέλαβον, ὁ μὲν ἀργυρίων οὐκ ἐλάχιστον ἀριθμὸν μόλις αὐτοῖς ἐξαρκέσειν εἰς ὀλίγην κομιδῆ τὴν ἀπόλαυσιν εἰρηκὼς, ὁ δὲ πέντε μὲν ἄρτους καὶ ὀψάρια δύο παρ' ἑνὶ τῶν παιδαρίων ηὑρῆσθαι διδάσκων, μὴ μὴν εἶναί τι τὸ ηὑρημένον εἰς ὄχλον οὕτω πολὺν, καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκείων ῥημάτων μηδὲν ἔξω δύνασθαι τῆς χρεωστουμένης ἀκολουθίας τοῖς καθ' ἡμᾶς πράγμασιν ἐνόμισαν αὐτόν· ἀναγκαίως, ἵνα τῆς οὕτω σμικροπρεποῦς ὑπολήψεως ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἀτονοῦντά πως ἔτι τῶν ἀποστόλων τὸν νοῦν ἀναπείθῃ δύνασθαι μαθεῖν, ὅτι πάντα παραδόξως ἅπερ ἂν ἐθελήσαι ποιεῖ τῇ τῶν πραγμάτων φύσει μὴ κωλυόμενος, μήτε μὴν κατά τι γοῦν ὅλως παραποδιζούσης αὐτῷ τῆς ὡς ἐξ ἀνάγκης ἀκολουθίας, ὑπὸ πόδας ἐτίθει τοὺς ἑαυτοῦ τὴν ὑγρὰν τῶν ὑδάτων φύσιν, καίτοι τοῖς ἀνθρωπίνοις σώμασιν ὑποκεῖσθαι μελετήσασαν· πάντα γὰρ ἦν ὡς Θεῷ δυνατά. ὀψίας τοιγαροῦν ἤδη γεγενημένης, καὶ τῶν ζητούντων αὐτὸν τὴν ἀκρίβειαν παραλύοντος τοῦ καιροῦ, καταβαίνει μὲν ἐπὶ θάλασσαν τῶν ἁγίων μαθητῶν ὁ χορὸς, ἀπέπλει δὲ παραχρῆμα, τῷ Θεῷ καὶ διδασκάλῳ τὰ πάντα καὶ ἀμελητὶ πειθόμενος. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. Πολλὰ κατὰ ταὐτὸν οἰκονομεῖται χρησίμως, καὶ συνελαύνει τοὺς μαθητὰς εἰς θερμοτέραν τοῦ Σωτῆρος τὴν ἐπιζήτησιν τὰ συμβαίνοντα· θορυβεῖ μὲν γὰρ βαθὺς ὢν ὁ τῆς νυκτὸς σκότος, καὶ τοῖς μὲν ὕδασι μαινομένοις καπνοῦ δίκην ἐπινηχόμενος, τὴν δὲ ὅποι λοιπὸν ἀπευθύνεσθαι χρῆν ἀναιρούμενος γνῶσιν. ἐκταράττει δὲ οὐ μικρῶς καὶ πνευμάτων