Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.430
Not analysed yet
δεικνύμενος· οὐκοῦν ὅταν ἡμῖν ἐπιφαίνηται καὶ ἐπιλάμπῃ Χριστὸς, ἀκονιτὶ κατορθώσομεν καὶ τὸ μεῖζον ἢ κατ' ἐλπίδα τὴν ἐν ἡμῖν, καὶ οἱ διὰ τοῦ μὴ ἔχειν αὐτὸν κινδυνεύοντες, οὐδενὸς ἔτι προσδεησόμεθα πόνου πρὸς τὸ δύνασθαι κατορθοῦν τὰ λυσιτελῆ, παρόντος αὐτοῦ. λύσις οὖν ἄρα παντὸς κινδύνου Χριστὸς, καὶ κατορθωμάτων ἔκβασις τῶν ὑπὲρ ἐλπίδα τοῖς προσδεχομένοις αὐτόν. Ἐπειδὴ δὲ τὸν ἐφ' ἑκάστῳ τῶν προκειμένων ἀνὰ μέρος ἐποιησάμεθα λόγον, ἄγε δὴ πάλιν ταῖς τῶν ἤδη φθασάντων ἀκολουθίαις καὶ τὸν ἐν τούτοις συνείροντες νοῦν, πνευματικὴν ἐξυφήνωμεν θεωρίαν. οὐκοῦν ὥσπερ εἰς ὄρος ἀναβεβηκέναι τὸν οὐρανὸν ἐλέγομεν τὸν Ἰησοῦν, ἀναληφθέντα δηλονότι, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· ἀλλ' ὅτε τοῦτο γενέσθαι συμβέβηκε, τότε μόνοι καὶ καθ' ἑαυτοὺς οἱ μαθηταὶ τύπον ἐπέχοντες τῶν ἐφεξῆς καὶ κατὰ πάντα καιρὸν διδασκάλων ἐκκλησιαστικῶν, καθάπερ τινὰ θάλασσαν, τὸν ἐν τῷ παρόντι βίῳ διανήχονται κλύδωνα, συχνοῖς καὶ μεγάλοις περιπίπτοντες πειρασμοῖς, καὶ τοὺς ἐπὶ τῷ διδάσκειν κινδύνους οὐκ εὐκαταφρονήτους ὑπομένοντες παρὰ τῶν ἀνθεστηκότων τῇ πίστει καὶ μαχομένων τοῖς εὐαγγελικοῖς δηλονότι κηρύγμασιν· ἀλλὰ καὶ τοῦ φόβου πεπαύσονται καὶ κινδύνου παντὸς, καταλήξουσι δὲ καὶ τῆς ἐν πόνοις ταλαιπωρίας, ὅταν αὐτοῖς καὶ εἰσαῦθις ἐπιφαίνηται Χριστὸς ἐν δυνάμει θεοπρεπεῖ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν οἰκουμένην. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπὶ θαλάσσης περιπατεῖν, ἐπεὶ καὶ εἰς κόσμου τύπον πολλάκις ἡ θάλασσα παρὰ τῇ θείᾳ λαμβάνεται γραφῇ κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον "Αὕτη ἡ θά"λασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν "ἀριθμὸς, ζῷα μικρὰ μετὰ τῶν μεγάλων." ὅταν οὖν ἔλθῃ ὁ Χριστὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καθὰ γέγραπται,