Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.431
Not analysed yet
τότε τῶν ἁγίων ἀποστόλων τὸ σκάφος, τουτέστιν ἡ Ἐκκλησία, καὶ οἱ πλέοντες ἐν αὐτῇ, τουτέστιν οἱ διὰ πίστεως καὶ ἀγάπης τῆς εἰς Θεὸν, ἄνω τῶν ἐν κόσμῳ γεγονότες πραγμάτων, ἀμελητὶ καὶ δίχα πόνου παντὸς καταλύσουσιν εἰς γῆν εἰς ἣν ὑπῆγον. ἦν γὰρ αὐτοῖς ὁ σκοπὸς, καθάπερ εἰς εὔδιον καταλῦσαι λιμένα, τὴν τῶν οὐρανῶν βασιλείαν δηλαδή· βεβαιοῖ δὲ τὴν ἐφ' ἅπασι τοῖς εἰρημένοις διάνοιαν ὁ Σωτὴρ, λέγων πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ποτὲ μὲν ὅτι "Μικρὸν καὶ "οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με," ποτὲ δὲ πάλιν "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ "νενίκηκα τὸν κόσμον." κάτεισι γεμὴν διὰ νυκτὸς ἀπὸ τοῦ ὄρους ὁ Κύριος, καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἀγρυπνοῦσιν ἐπιφοιτᾷ· καὶ γοῦν ἰόντα προσβλέπουσι δειλίας οὐ δίχα· καταφρίττουσι γὰρ, ἵνα δή τι τὸ ἀναγκαῖον εἰς νόησιν καὶ διὰ τούτων ἡμῖν ἀναφαίνηται. καταβήσεται γὰρ ἐξ οὐρανοῦ καθάπερ ἐν νυκτὶ κοιμωμένου τρόπον τινὰ τοῦ κόσμου, καὶ εἰς πολλὴν ῥέγχοντος ἁμαρτίαν. διὰ γὰρ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί "Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ "κύριος ὑμῶν ἔρχεται." διδάξει δὲ οὐδὲν ἧττον ἡμᾶς καὶ ἡ ἐπὶ ταῖς παρθένοις παραβολὴ τὸ λεγόμενον. πέντε μὲν γὰρ τὰς φρονίμους εἶναί φησι, μωρὰς δὲ τὰς πέντε· ἀλλὰ βραδύνοντος "τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· "μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρ"χεσθε εἰς ἀπάντησιν." ὁρᾷς ὅπως διὰ μέσης νυκτὸς ὁ νυμφίος ἡμῖν ἀγγέλλεται; τίς δὲ λοιπὸν ἡ κραυγὴ, καὶ ὁ τῆς ἀπαντήσεως τρόπος, σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν "ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ "ἀρχαγγέλου, ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ·" ποτὲ δὲ πάλιν περὶ τῶν ἐγηγερμένων ἁγίων, ὅτι καὶ "ἡμεῖς "οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα αὐτοῖς ἐν νεφέλαις ἁρπα-