Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.433
Not analysed yet
ἐντεῦθεν ὀψόμεθα, τό "Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, "οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ." χρῆναί φημι τοιγαροῦν τὸν τοῖς ἴχνεσιν ἀκολουθεῖν ἐθέλοντα τοῦ Χριστοῦ, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ πρὸς τὸν ἐν ἐκείνῳ διαπλάττεσθαι τύπον, μὴ φιλοκόμπως ἐπείγεσθαι διαζῆν, μηδὲ εἰς θήραν ἐπαίνων ἐξέλκεσθαι ποιοῦντα τὴν ἀρετὴν, μηδὲ εἰ παράδοξόν τινα καὶ λίαν ἐξησκημένον ἐπανέλοιτο βίον, οὐ μετρίως δοξάζεσθαι διὰ τοῦτο φιλεῖν, ἀλλὰ μόνοις ὁρᾶσθαι θέλειν τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἀπογυμνούσης τὰ κρυπτὰ, καὶ τὸ λεληθότως ἐπιτελεσθὲν εἰς ἐμφανεστάτην ἀγούσης κατάληψιν. Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. Ἀκολουθοῦσιν οὗτοι θαυμασταὶ μὲν ἴσως τῶν σημείων ὑπάρχοντες, οὐ μὴν εἰς τὸ χρῆναι πιστεύειν τὴν ἐξ αὐτῶν ὠφέλειαν δεχόμενοι, ἀλλ' ὥσπερ τινὰ τῷ παραδοξοποιῷ τὴν ἀντίδοσιν διὰ τοῦ καὶ μόνον αὐτὸν ἐπαινεῖν οὐκ ἀνεθέλητον προσκομίζοντες. φρενὸς δὲ τοῦτο νόσημα ψυχρὸν, καὶ ψυχῆς οὐδαμόθεν ἐπὶ τὴν τοῦ συμφέροντος αἵρεσιν παιδαγωγεῖσθαι κατειθισμένης. αἴτιον δὲ τούτων αὐτοῖς, τὸ μόνον ἐπιτέρπεσθαι ταῖς τῆς σαρκὸς ἡδοναῖς, καὶ τροφῇ μᾶλλον τῇ εὐτελεστάτῃ καὶ προσκαίρῳ προθύμως ἐπιπηδᾶν, ἤγουν τοῖς πνευματικοῖς ἐπιτρέχειν ἀγαθοῖς, καὶ πειρᾶσθαι κερδαίνειν, ὅσα πρὸς ζωὴν ἂν ἀποτρέφῃ τὴν αἰώνιον. τοῦτο δ' ἂν μάθοις ἀκριβῶς, καὶ διὰ τῶν ἐφεξῆς.