Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.432
Not analysed yet
"γησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω "πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." τὸ δὲ φόβῳ βεβλῆσθαι τοὺς μαθητὰς, καίτοι θεωροῦντας ἐρχόμενον, καὶ ἐν πόνῳ καὶ ἐγρηγόρσει κατειλημμένους, ἐκεῖνο δηλοῖ, ὅτι φοβερὸς μὲν ἐπὶ πάντας ἥξει κριτὴς, καταπτήξει δὲ πάντως ἐφ' ἑαυτῷ καὶ ὁ δίκαιος, ὡς διὰ πυρὸς δοκιμαζόμενος, καίτοι καὶ προαναβλέπων ἀεὶ τὸν ἀφιξόμενον, καὶ οὐκ ὀκνήσας εἰς πόνους τοὺς ἐπ' ἀρετῇ, νήψει τε ὁμοίως καὶ ἀγαθῇ γρηγόρσει συντεθραμμένος. οὐ συνεισέρχεται δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς συμπλεύσων ὁ Κύριος, ἐφορμίζει δὲ μᾶλλον τῇ χέρσῳ τὸ σκάφος. οὐ γὰρ συνεργήσων ἔτι πρὸς κατόρθωσιν ἀρετῆς τοῖς αὐτὸν σεβομένοις ἐπιφανεῖται Χριστὸς, ἀλλὰ τοῖς ἤδη κατωρθωμένοις πέρας ἐπιθήσων τὸ προσδοκώμενον. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνῆλθε τοῖς μαθηταῖς αὐτοῦ εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου. Οὐ λανθάνει τὸ παράδοξον, τὸ ἐπ' αὐτῆς τῆς θαλάσσης φημὶ περιπατῆσαι τὸν Ἰησοῦν, καίτοι διὰ νυκτὸς καὶ ἐν σκότῳ γεγενημένον καὶ λεληθότως οἰκονομηθέν. ὑπαισθάνεται δὲ τῶν ἀκολουθεῖν εἰωθότων ὁ δῆμος, διὰ πολλῆς τινος, ὡς ἔοικε, τῆς ἐπιτηρήσεως, ὅτι μήτε συμπλεύσοι τοῖς ἑαυτοῦ μαθηταῖς πληροφορούμενος, μήτε μὴν ἑτέρῳ διαπορθμεύσαι τῷ σκάφει· μόνον γὰρ ἦν ἐκεῖσε τὸ τῶν ἀποστόλων, ὃ δὴ καὶ λαβόντες προῴχοντο. οὐδὲν οὖν ἄρα λανθάνει τῶν ἀγαθῶν, κἂν λεληθότως ὑπό του τελῆται τυχὸν, καὶ ἀληθὲς