Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.437
Not analysed yet
οὐκ ἀπαρατηρήτως καὶ τοῦτο προστεθεικότος τοῦ εὐαγγελιστοῦ· εἶτα περιτυχόντες, χρηστοῖς κολακεύειν ἐπιχειροῦσι λόγοις, ἐπιπλήττει δὲ αὐτοῖς ὁ Χριστὸς, ζέοντα καὶ δριμὺν ἐπαγαγὼν τὸν ἔλεγχον, ἵνα πάλιν ἐκεῖνο διενθυμώμεθα, ὅτι μετὰ τὸ ἀφικέσθαι τὸν Κύριον ὡς ἡμᾶς ἐξ οὐρανῶν, εἰκαιοτάτη λοιπὸν καὶ ἀνωφελὴς ἀνθρώποις ἡ τῶν ἀγαθῶν ἐπιζήτησις, καὶ τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ καιρὸν οὐκ ἔχει τὸν πρέποντα. ἀλλὰ κἂν προσίωσί τινες, προσηνεστάτοις αὐτὸν καταμαλθάξειν οἰόμενοι λόγοις, οὐκέτι χρηστῷ περιτεύξονται καὶ πράῳ τῷ κρίνοντι, ἀλλ' ἐλεγκτικῷ τε καὶ πληκτικῷ· τὴν γὰρ τῶν ἐλεγχομένων θωπείαν, καὶ αὐτὸν δὲ τὸν ἔλεγχον ἐν τοῖς τοῦ Σωτῆρος θεωρήσεις λόγοις, ὅτε δὴ καί φησι "Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·" τῇ τῆς κρίσεως δηλονότι "Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβά"λομεν;" ἀλλὰ "Τότε, φησὶν, ὁμολογήσω αὐτοῖς, ὅτι "ἀμὴν λέγω ὑμῖν οὐδέποτε ἔγνων ὑμᾶς·" οὐ γὰρ ἐζητήσατέ με, φησὶ, καθαρῶς, ἀλλ' οὐδὲ τὸ ἐν ἁγιασμῷ διαπρέπειν ἠγαπήσατε, ἔγνων γὰρ ἂν διὰ τούτων ὑμᾶς, ἀλλ' ἐπείπερ εἰς εὐπορίας εὕρεσιν τὴν ἐν δοκήσει καὶ ἐν ψιλαῖς ὑπονοίαις εὐλάβειαν ἐποιήσασθε, καὶ ἠγνοηκέναι δικαίως ὁμολογῶ· ὅπερ οὖν ἐν τούτοις εἶναί φαμεν τό Κύριε, κύριε, τοῦτο καὶ ἐνθάδε τό Ῥαββί. οὐκοῦν ὅτῳ τὸ κολάζεσθαι πικρὸν, μὴ καταπιπτέτω πρὸς ἀνανδρίαν, μηδὲ ἀσθενείτω ποικίλως εἰς τὸ πλημμελεῖν, εἰς χρηστότητα βλέπων τὴν ἐν Θεῷ, ἀλλ' ἑτοιμαζέτω "εἰς τὴν ἔξοδον αὐτοῦ τὰ ἔργα αὐτοῦ," καθὰ γέγραπται, "καὶ παρασκευαζέσθω εἰς τὸν ἀγρὸν," τουτέστιν, ἕως ἐστὶν ἐν τῷδε τῷ κόσμῳ. ἀγρὸν γὰρ τὸν κόσμον ἡρμήνευσεν ὁ Σωτήρ. παρασκευαζέσθω δὲ πρὸς ἀπόδειξιν ἁγιασμοῦ καὶ δικαιοσύνης ἐπὶ τοῦ θείου βήματος. οὐ γὰρ ἀκαίρως ὄντα φιλάνθρωπον θεωρήσει τὸν δικαστὴν, ἀλλ' οὐδὲ τοῖς εἰς