Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.438
Not analysed yet
ἔλεον εἴκοντα λόγοις, τὸν ᾧπερ ἐχρῆν ἀμελητὶ καταπείθεσθαι καλοῦντι πρὸς σωτηρίαν, ὅτε καὶ ὁ τῆς ἡμερότητος ἐπεδίδου καιρὸς, καὶ τὴν ἐπὶ τοῖς ἤδη προεπταισμένοις ἐξαιτεῖν ἀμνηστίαν, καὶ τὴν ἐκ Θεοῦ τοῦ σώζοντος φιλανθρωπίαν ἐπιζητεῖν. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Τοιοῦτόν τι πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερόν πως ἐκπλατύνων τὸν λόγον, ὁ Παῦλος ἡμᾶς ἐκδιδάσκει λέγων "Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· "ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν "αἰώνιον." σπείρειν μὲν γὰρ εἰς τὴν σάρκα φησὶ τοὺς οἵ γε ταῖς τῆς σαρκὸς ἡδοναῖς ὅλας ὥσπερ ἐπιτρέψαντες τὰς ἡνίας δρομαῖοι βαδίζουσιν ἐφ' ὅπερ ἂν βούλωνται, διακρίνοντες μὲν οὐδαμῶς τὸ σφίσι λυσιτελὲς ἀπὸ τοῦ κατασίνεσθαι καὶ ἀδικεῖν πεφυκότος, δοκιμάζειν δὲ ὅλως τὸ τῷ νομοθέτῃ δοκοῦν οὐδαμόθεν κατειθισμένοι, ἐπὶ δὲ μόνον τὸ ἡδύ τε καὶ πρόσκαιρον ἀπερισκέπτως κατασυρόμενοι, καὶ τῶν ὁρωμένων προκρίνοντες οὐδέν· σπείρειν δὲ πάλιν εἰς τὸ πνεῦμα διισχυρίζεται, τὰ ἐφ' οἷς ἂν βούλοιτο διαπρέπειν ἡμᾶς τὸ Ἅγιον Πνεῦμα, ὅλον μὲν τῆς ἑαυτῶν διανοίας δαπανῶντας τὸ σπούδασμα, συντόνῳ δὲ οὕτως ἀποκεχρημένους φροντίδι πρὸς γεωργίαν τῶν ἀγαθῶν, ὡς εἰ μή τις αὐτοὺς κατήπειξε λόγος φυσικός τε καὶ ἀνυπέρθετος τὰς ἀναγκαίας τῇ σαρκὶ χαρίζεσθαι τροφὰς, οὐδ' ἂν εἰς τοῦτό ποτε καταβαίνειν ἠνέσχοντο. οἶμαι τοίνυν προσήκειν ἡμᾶς, "τῆς μὲν σαρκὸς "εἰς ἐπιθυμίας" μηδεμίαν ὅλως τίθεσθαι πρόνοιαν, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀναγκαιοτάτοις, καὶ ἐπιτηδεύειν ἐπείγεσθαι τὰ ὅσαπερ ἡμᾶς εἰς τὴν αἰώνιόν τε καὶ θείαν ἀνα-