Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.439
Not analysed yet
φέρει ζωήν. τὸ μὲν γὰρ τὰς τοῦ σώματος ἀποθαυμάζειν τρυφὰς, καὶ μηδὲν ἡγεῖσθαι τὸ ἄμεινον τῶν περὶ γαστέρα πλεονασμῶν, θηριῶδες ὄντως, καὶ τῆς ἐπὶ τοῖς ἐσχάτοις ἀλογίας οὐκ ἀμοιροῦν. τὸ δὲ προσκεῖσθαι τοῖς ἀγαθοῖς, καὶ λίαν ἐπείγεσθαι διαπρέπειν ἐν ἀρεταῖς καὶ τοῖς τοῦ πνεύματος ὑποκεῖσθαι νόμοις, προσίεσθαί τε καὶ λίαν ἀσμένως τὰ παρὰ Θεοῦ πρὸς σωτηρίαν ἐφοδιάζειν ἡμᾶς ἰσχύοντα, δοίην ἂν ἔγωγε πρέπειν ὄντως τῷ τὴν ἰδίαν ἐπιγινώσκοντι φύσιν, καὶ ὅτι ζῷον πεποίηται λογικὸν κατ' εἰκόνα τοῦ κτίσαντος οὐκ ἠγνοηκότι. οὐκοῦν ὡς αὐτός που φησὶν ὁ Σωτήρ "Μὴ "μεριμνῶμεν τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα," λογιζόμενοι δὲ ὅτι κρείττων ἐστὶν "ἡ ψυχὴ τῆς τροφῆς, "καὶ τὸ σῶμα τοῦ ἐνδύματος," ὅπως ἂν ἔχοι καλῶς τὰ τιμιώτερα μᾶλλον τῶν ἐν ἡμῖν ἐνθυμώμεθα. Εὐπαθοῦντος μὲν γὰρ τοῦ σώματος, καὶ ταῖς αὐτῷ καταλλήλοις πιαινομένου τρυφαῖς, ὄνησις μὲν οὐδεμία τῇ ἀθλίᾳ ψυχῇ· ἐκ δὲ τῶν ἐναντίων, καὶ πολύ τι τὸ βλάβος ἀνατελεῖ. κατοιχήσεται γὰρ εἰς τὸ πῦρ τὸ αἰώνιον, ἐπείπερ ἀνάγκη τοὺς οὐδὲν τῶν ἀγαθῶν εἰργασμένους, τῆς ἐπὶ τούτοις εἴσω γενέσθαι δίκης, λογισμῷ δὲ τῷ πρέποντι χαλιναγωγηθέντος τοῦ σώματος, καὶ τοῖς τοῦ πνεύματος ὑπεζευγμένου νόμοις, σώζεσθαι πάντως ἀνάγκη τὸ συναμφότερον. ἔστι τοίνυν τῶν ἀτοπωτάτων, τῆς μὲν προσκαίρου καὶ ὅσον οὐδέπω φθαρησομένης σαρκὸς οὕτως ἡμᾶς προνοεῖν, ὡς οἴεσθαι δεῖν οὐδενὸς ὅλως ἀπολιμπάνεσθαι τῶν φιλαιτάτων αὐτῇ· ἐν παρέργου δὲ τάξει λαβεῖν, ἢ καὶ τῷ μηδενὶ παρισοῦν τὴν ἐπὶ ψυχῇ φροντίδα, καίτοι τοσοῦτον οἶμαι προσήκειν ἐπείγεσθαι μᾶλλον ἡμᾶς προσκεκλίσθαι τοῖς ἐπὶ ψυχῇ φροντίσμασιν, ὅσον καὶ ἐν ἀμείνοσιν ἢ κατὰ σάρκα ἐστίν· οὕτω γὰρ ὄντως, καὶ τῶν ἡττωμέ-