Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.441
Not analysed yet
ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτήρ. Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. ΟΥΚ ἠγνόησε πάλιν, ὡς Θεὸς, τὰ ἐκ τῆς Ἰουδαϊκῆς ἀμαθίας ἐσόμενα τυχὸν ἐγκλήματα, καὶ τὰ ἐφ' οἷς ἐξαγριοῦσθαι πολλάκις αὐτοὺς ἀπαιδεύτως συμβέβηκεν. ᾔδει δὲ ὅτι λογιοῦνται καθ' ἑαυτοὺς, εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ τὸν ἐν αὐτῇ Θεὸν Λόγον οὐκ ἐννοήσαντες Τίς οὗτος ἄρα ἐστὶν ὁ τοῖς θεοπρεπέσι λόγοις ἐπιπηδῶν; τίς γὰρ ἂν ἀνθρώποις χορηγήσαι τροφὴν, τὴν εἰς ζωὴν συνέχουσαν τὴν αἰώνιον; φύσεως μὲν γὰρ ἀνθρωπίνης παντελῶς ἀλλότριον τὸ τοιοῦτόν ἐστι, μόνῳ δ' ἂν πρέποι τῷ ἐπὶ πάντας ὄντι Θεῷ. προαπολογεῖται τοιγαροῦν ὁ Σωτὴρ, καὶ δυσωπεῖ ταῖς εὐκαίροις τῶν λόγων ἐπαγωγαῖς, τὴν προσδοκουμένην αὐτῶν ἀθυρογλωττίαν. ἐπιδώσειν μὲν γὰρ τὴν βρῶσιν αὐτοῖς τὴν εἰς ζωὴν ἀποτρέφουσαν τὴν αἰώνιον τὸν υἱὸν τοῦ ἀνθρώπου φησὶν, ἐσφραγίσθαι γεμὴν ἀπὸ τοῦ Πατρὸς ἑαυτὸν παραχρῆμα διισχυρίσατο· ἢ τὸ ἐσφραγίσθαι πάλιν, ἀντὶ τοῦ κεχρίσθαι τεθεικώς· κατασφραγίζεται γὰρ ὁ χριόμενος· ἤγουν ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα δεικνύς. ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν