Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.442
Not analysed yet
μένουσαν καὶ εἰς αἰώνιον ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ' ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτόν. ὄψεσθε γὰρ, φησὶν, ἐν ἐμοὶ μὲν ἐκεῖνον, ἐμὲ δὲ αὖ πάλιν ἐν ἐκείνῳ φυσικῶς, καὶ εἰ γεγέννημαι δι' ὑμᾶς ἄνθρωπος ἐκ γυναικὸς κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον· ἔχω γὰρ δὴ τὸ πάντα δύνασθαι δρᾶν ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ἀπολειφθήσομαί τε κατ' οὐδένα τρόπον τῆς ἐνούσης ἰσχύος τῷ φύσαντι· καὶ εἰ δίδωσι τροφὴν ὑμῖν τὴν πνευματικὴν τὴν διασώζουσαν εἰς ζωὴν αἰώνιον ὁ Θεὸς καὶ Πατὴρ, ἐπιδώσει δῆλον ὅτι καὶ ὁ Υἱὸς, καὶ ἐν σαρκὶ γεγονὼς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, νοουμένης δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ' οὐδὲ κατά τι γοῦν τῶν ὅλως ἐν σωματικῷ νοουμένων σχήματι, ἀλλ' ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν εἰπὼν τὰ θεοπρεπῆ, καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἀνέχεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατ' ἀλήθειαν υἱότητος τὸν ἐκ παρθένου ναὸν, ἀλλ' ἕνα πάλιν ἑαυτὸν ὁρίζει τε καὶ νοεῖσθαι βούλεται· καὶ γὰρ εἷς ὄντως ἐστὶν ἐφ' ἡμᾶς ὁ Χριστὸς, καθάπερ ἁλουργίδα βασιλικὴν τὸ ἴδιον φόρημα περικείμενος, φημὶ δὴ τὸ ἀνθρώπινον σῶμα, ἤτοι ναὸν τὸν ἐκ ψυχῆς δηλονότι καὶ σώματος, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός. Ἀλλ', ὦ βέλτιστε, πάλιν ὁ χριστομάχος ἐρεῖ, δίδου ταῖς ἀληθείαις τὸ δύνασθαι κρατεῖν, μὴ κατασοφίζου τὸν λόγον, ἐφ' ὅπερ ἂν αὐτὸς ἐθελήσαις περιέλκων οὐκ εὐγενῶς. ἰδοὺ