Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.445
Not analysed yet
οὐδὲν ὅλως τὰ παρὰ σοῦ πρὸς τὴν προκειμένην εὑρίσκεται ζήτησιν· διὸ δὴ πάλιν ἀναλαβόντες ἐροῦμεν Ἡ σφραγὶς ἡ ἀπὸ σιδήρου τυχὸν ἢ καὶ χρυσοῦ νοουμένη ἐγχαράττει τὴν ὁμοίωσιν τὴν ἑαυτῆς ταῖς ὕλαις, ταῖς ἐφ' αἷς ἂν γένοιτο, ἀποβαλοῦσα μὲν ἐξ ἑαυτῆς οὐδὲν, μόνην δὲ κατ' ἐνέργειαν τὴν ἐκ τοῦ προστεθλίφθαι κατασημαίνουσα τὰ δεχόμενα· οὕτω νοοῦμεν ἐσφραγίσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, οὐδὲν ἔχοντα τῆς οὐσίας αὐτοῦ, ἀπολαύσαντα δὲ μόνης τῆς ἀκριβοῦς ὁμοιώσεως, καὶ ἕτερόν τι παρ' αὐτὸν ὑπάρχοντα, καθάπερ εἰκόνα πρὸς τὸ ἀρχέτυπον. Ὢ παρανοίας ἀμέτρου καὶ ῥιψοκινδύνου φρονήματος· ὡς εὐκόλως ἐπελάθου τῶν ἄρτι γεγυμνασμένων. χαρακτῆρα μὲν γὰρ τοῦ Πατρὸς τὸν Υἱὸν εἰρήκαμεν, σφραγίζεσθαι δὲ ἐν αὐτῷ τὸ ἀλλότριον, καὶ οὐκ αὐτὸν, ἵνα μὴ αὐτὸς ἑαυτοῦ νοοῖτο χαρακτήρ. σὺ δὲ ἡμῖν οὐκ ὀρθῶς τὸν ἐπὶ τούτοις ἀπολακτίσας λόγον, μόνην αὐτῷ τὴν κατ' ἐνέργειαν ὁμοιότητα περιτιθεὶς οὐκ ἐρυθριᾷς. ἐν μόνοις οὖν ἄρα χαρακτῆρσι Θεὸς ἔσται καθ' ὑμᾶς ὁ Υἱὸς, καὶ φύσει μὲν οὐδαμῶς, κατὰ δὲ τὸ μεμορφῶσθαι μόνον καὶ ἐσχηματίσθαι καλῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν. τάχα δὲ οὐκέτι τεκόντος ὅλως· ὥρα γὰρ ὑμᾶς διὰ τούτων ἀναιρεῖν καὶ τὴν γέννησιν, μᾶλλον δὲ ἀνάγκη πᾶσα, καὶ εἰ μὴ βούλεσθε. περὶ μὲν οὖν τοῦ χρῆναι πιστεύειν γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, πολὺς ἡμῖν ἤδη δεδαπάνηται λόγος, ἢ καὶ ἐν οἰκείῳ καιρῷ δαπανηθήσεται· πρεπωδέστερον δέ πως ἐπὶ τὸ ἐν χερσὶ βαδιούμεθα, τοῖς ἀθυρογλωττεῖν ἀφυλάκτως εἰωθόσιν ἐκεῖνο προτείνοντες εἰς ἐρώτησιν Ἆρ' οὐχὶ πάντως τὸ δοτὸν ἐροῦσι καὶ ἀφαιρετὸν καὶ τὸ προσγεγονὸς ὅλως ἐγχωρεῖν ὁμολογοῦσι καὶ ἀποβάλλεσθαι; ἢ γὰρ οὐχὶ καὶ ἀποπτύεσθαι πᾶν ὁτιοῦν ἔσθ' ὅτε συμβαίνει, ὃ μὴ κατὰ φύσιν ἐνεῤῥιζώθη τισίν; ἀλλ'