Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.446
Not analysed yet
ἔστι δῆλον, κἂν εἰ μή τις ἐκείνων συννεύσειεν. ἔσται δὴ οὖν, κατά γε τὸν ἐν τοῖς ἐνδεχομένοις λόγον, γυμνός ποτε τῆς ὁμοιώσεως ὁ Υἱός· μόνην γὰρ ὥς φατε κατ' ἐνέργειαν τὴν ὡς ἐκ Πατρὸς πρὸς αὐτὸν ἐσημάνθη, τὸ ἐκ φυσικῶν πλεονεκτημάτων οὐκ ἔχων ἀσφαλὲς, ἀλλ' ἕτερός τις παντελῶς νοούμενος καὶ ὑπάρχων παρὰ τὸν γεννήσαντα, καὶ ὁλοσχερῶς ἀποκεκομμένος τῆς οὐσίας αὐτοῦ. καλῶς γὰρ δὴ σφόδρα ποιοῦντες, καὶ σοφωτάτοις τὰ πράγματα προαναβλέποντες λογισμοῖς, ἠσφαλίσασθε τὸν Πατέρα, μηδὲν ἐξ ἑαυτοῦ λέγοντες ἐπιδοῦναι τῷ· Υἱῷ, πλὴν ὁμοιώσεως ἀξιῶσαι μόνης, ἵνα μή τι πάθος νοῆται περὶ αὐτόν. τοῦτο γὰρ ὑμῶν τὸ ἀπόῤῥητον εὔηθες. ἠγνοήσατε γὰρ κατὰ τὸ εἰκὸς, ὅτι πάντα ποιῶν ἀπαθῶς ὁ Θεὸς καὶ Πατὴρ, γεννήσει καὶ ἀπαθῶς, καὶ πυρός ἐστι κρείττων· καταφέρει γὰρ καὶ εἰς ταύτην ἡμᾶς ὁ λόγος τὴν χρείαν· οὐκ ἐν πάθει καὶ ἀποκοπῇ τῇ κατὰ σῶμα νοουμένῃ γεννῶντος τὴν ἐξ αὐτοῦ πύρωσιν. ἀκουέτωσαν τοίνυν οἱ πρὸς μόνας ὑπονοίας νεανικοὶ, καὶ τὸ δυσφημεῖν ἀφυλάκτως χρῆμα μὲν οὐκ ἀνόσιον, ἀρετὴν δὲ μᾶλλον εἶναι λογιζόμενοι, ὅτι περ εἰ ἐν μόνῃ τῇ καθ' ὁμοίωσιν οἰκειότητι συντετάχθαι φασὶ τῷ Πατρὶ τὸν Υἱὸν, ἐν οὐδεμιᾷ τῶν ἀγαθῶν ἀσφαλείᾳ κείσεται, ἀποκινδυνεύσει δὲ πάντως καὶ εἰς τὸ εἶναι φύσει Θεὸς, ἐπιδέξεται δὲ κατά γε τὸ ἐνδεχόμενον καὶ τὴν εἰς τὰ χείρω παρατροπήν. καὶ γὰρ δὴ καὶ πρὸς ἐκεῖνον ἐλέγετο τὸν Τυρίων ἡγούμενον, ἃ καὶ λόγος ἡμᾶς ἀναγκαίως ἀναπείθει προσάπτειν τῷ τοῦ Διαβόλου προσώπῳ "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως·" ἀλλ' εὑρίσκεται τῆς ὁμοιώσεως ἀποπεσὼν, ὁ πρὸς ὃν ὁ τοιοῦτος εἴρηται λόγος. ὁρᾷς οὖν ἤδη, καὶ μάλα σαφῶς, ἀπὸ δὴ τῶν τοιούτων, ὡς οὐκ ἀσφαλὲς εἰς ἀκλόνητον στάσιν τοῖς νοητοῖς τὸ ἐν ὁμοιότητι κεῖσθαι μόνῃ τῇ πρὸς Θεὸν, ἀλλ' οὐδὲ