Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.448
Not analysed yet
ἢ γὰρ οὐχὶ τοῖς γενητοῖς, τὸ ἐκ προσοχῆς καὶ γρηγόρσεως ἀπαθὲς καὶ ἀπαραποίητον μᾶλλον ἂν πρέπῃ προσάγειν, ἢ τῷ κατ' οὐσίαν Θεῷ φυσικῶς ἔχοντι τὸ μὴ δύνασθαι παθεῖν; ἀλλ' ἔστι δῆλον, κἂν ἐκεῖνοι μὴ λέγωσι. τίς οὖν ἔτι τούτων ληρούντων ἀνέξεται, ἢ πῶς οὐκ εὐλόγως ἀκούσονται "Οὐαὶ "οἱ μεθύοντες ἄνευ οἴνου;" Ἀλλ' ἴσως δυσωπηθήσονται μὲν τὰς ἐκ τῶν τοιούτων συλλογισμῶν ἀτοπίας, ἐπ' ἐκεῖνο δὲ βαδιοῦνται, καὶ κατασεσημάνθαι μὲν παρὰ τοῦ Πατρὸς εἰς ὁμοίωσιν ἀκριβεστάτην ἐροῦσι τὸν Υἱὸν, ἐν ἀτρέπτῳ δ' οὖν ὅμως εἶναι τῇ φύσει, καὶ εἰ μὴ ἔστιν ἐκ Πατρός. Εἶτα πῶς εἰπέ μοι τὸ μὴ ἐκ Θεοῦ κατὰ φύσιν, φορέσει τὸ ἴδιον αὐτοῦ, καὶ τῶν τῆς θείας οὐσίας πλεονεκτημάτων οὐκ ἀμοιροῦν οὐσιωδῶς εὑρεθήσεται, τὸ μὴ ἐξ αὐτῆς προελθὸν κατὰ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον; ἔστι γὰρ, οἶμαι, παντί τῳ σαφὲς καὶ ὁμολογούμενον, ὡς ἄβατα παντελῶς τὰ τῆς θεότητος ἴδια τῇ πεποιημένῃ κτίσει, καὶ τὰ ἐκείνῃ προσόντα φυσικῶς οὐκ ἂν γένοιτό ποτε παρ' ἑτέρῳ τῶν ὄντων τινὶ, κατὰ τὸν ἴσον τε καὶ ἀπαράλλακτον τρόπον· οἷον τὸ ἄτρεπτον ἐν Θεῷ φυσικῶς, οὕτω δὲ καὶ ἐν ἡμῖν οὐδαμῶς, ἀσφάλεια δέ τις ἡμᾶς ὡς πρὸς αὐτὸ σχηματίζει διὰ προσοχῆς καὶ νήψεως, ἐφ' ἃ μὴ προσῆκεν οὐκ ἐπιτρέπουσα προχείρως μεταβιβάζεσθαι. εἰ δὲ ὅλως ἐνδέχεταί τι κατ' ἐκείνους τῶν θεϊκῶν ἰδιωμάτων ἐνυπάρχειν τινὶ τῶν οὐκ ἐξ αὐτῆς κατ' οὐσίαν καὶ οὕτως ἐνυπάρξει καθάπερ αὐτῇ, τί τὸ κωλύον εἰπέ μοι, καὶ πάντα λοιπὸν τὰ θεοπρεπῆ καταχωρεῖν ἤδη, καὶ ἐν τοῖς μὴ ὑπάρχουσι κατὰ φύσιν θεοῖς; ἑνὸς γὰρ ὅλως ἀδιακωλύτως χωρήσαντος, τοῦ ἀτρέπτου φημὶ, τόπον ἕξει καὶ τὰ λοιπά· καὶ τί τὸ ἐντεῦθεν; συγκέχυται τὸ πᾶν ἡμῖν. ἢ γὰρ οὐχὶ τὰ μὲν ἄνω χωρήσει κάτω, ἀναβήσεται δὲ πρὸς τὸν ἄνω τόπον τὰ κάτω; τί γὰρ δὴ τὸ