Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.447
Not analysed yet
ἀπόχρη πρὸς ἀπαραποίητον διαμονὴν τὴν ἐφ' οἷσπερ ἂν εἶεν ἀγαθοῖς, τὸ κατεσφραγίσθαι καλῶς πρὸς τὴν τοῦ ποιήσαντος φύσιν. καταπίπτει γὰρ καὶ αὐτὰ καὶ φέρεται κάτω μεταχωροῦντα πολλάκις εἰς αἰσχίονα γνώμην, ἤπερ ἦν ἐν ἀρχαῖς. ἐνδέχεται δὴ οὖν κατὰ τὸν οὕτως ἡμῖν ἔχοντα λόγον, κατὰ μόνην τὴν ταυτοεργίαν εἰς ὁμοίωσιν ἀναβαίνοντα τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ὑποβάθρᾳ μὲν οὐκ ἐρηρεισμένον φυσικῇ, ἐν δὲ μόναις ταῖς ἐξ οἰκείων θελημάτων ῥοπαῖς τὴν ἀσφάλειαν ἔχοντα, ὑπομεῖναι καὶ τροπὴν ἢ, κἂν μὴ πάθοι, προαιρέσεως ἀξιαγάστου καρπὸν εὑρήσει τὸ μὴ παθεῖν, καὶ οὐ φυσικῆς ἀσφαλείας ἑδραιότητα μᾶλλον ὡς Θεός. Τί οὖν, ὦ βέλτιστοι, γέγονεν ἡμῖν οὐκέτι Θεὸς κατ' ἀλήθειαν ὁ Υἱός; καὶ εἰ καθ' ὑμᾶς οὕτως ἔχων ἁλώσεται, τί προσκυνοῦμεν αὐτῷ; διατί δὲ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζεται; τί δὲ καὶ ταῖς ἀνωτάτω δυνάμεσιν, ὡς Θεὸς ἐποχεῖται; ἠγνόησεν ἆρα μεθ' ἡμῶν καὶ αὐτὰ τὰ ἅγια Σεραφὶμ, ὅτι πολὺ τοῦ πρέποντος ἀποσφάλλεται, τὸν οὐκ ὄντα κατὰ φύσιν δοξολογοῦντα Θεόν; πλανᾶται δὲ, κατὰ τὸ εἰκὸς, Κύριον σαβαὼθ ὀνομάζοντα τὸν τοῖς ἴσοις τετιμημένον. ἢ γὰρ οὐκ ἐροῦμεν, καὶ τὰς ἀνωτάτω δυνάμεις, ἀρχάς τε καὶ θρόνους καὶ ἐξουσίας καὶ κυριότητας συμμόρφους ὁρᾶσθαι σπουδάζειν κατὰ τὸ ἐγχωροῦν τῷ Θεῷ; εἰ γὰρ τὸ ἐκ τῆς γῆς μικρὸν οὕτω ζῷον ὡς πρὸς ἐκείνην τὴν κτίσιν, φημὶ δὴ τὸν ἄνθρωπον, τῷ τοιούτῳ κάλλει τετίμηται, ποῖον ἔχει λόγον μὴ οὐχὶ πάντως οἴεσθαι, καὶ πολὺ τῶν ἐν ἡμῖν ἐν ἀμείνοσι, τὰ πολὺ τίθεσθαι κρείττονα; πῶς οὖν αὐτὸν καὶ Κύριον σαβαὼθ ὀνομάζουσι, καὶ ἐν δορυφόρων τάξει περιεστᾶσι, καθάπερ τῷ βασιλεῖ τῶν ὅλων ὑπηρετούμενα; ὅτου δὲ χάριν καὶ αὐτῷ συνεδρεύει τῷ Πατρὶ, καὶ τοῦτο ἐκ δεξιῶν, τὸ δοῦλον τῷ δεσπότῃ, τῷ πεποιηκότι τὸ ποίημα;