Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.452
Not analysed yet
εὑρίσκοιτο κληρονόμος. πρὸς αὐτὸν δὲ ὁ Κύριος "Τὰς "ἐντολάς που πάντως οἶσθα, φησὶν, οὐ φονεύσεις, οὐ "μοιχεύσεις, οὐκ ἐπιορκήσεις," καὶ ὅσα τούτοις συνήρμοσται. ἀλλ' ὡς τούτων οὐδενὸς ἐκεῖνος ἔτι δεόμενος, ἢ καὶ μαθημάτων ἐξήγησιν πολὺ τῆς ἐνούσης ἕξεως ὑστερίζουσαν οὐ καταδεχόμενος "Ταῦτα, φησὶ, πάντα ἐκ νεότητός μου "τετήρηκα· τί δὲ ἔτι ὑστερῶ;" ὅπερ οὖν ἐκεῖνος ἀμαθίᾳ συζεύξας τὴν ὑπεροψίαν τό Τί ἔτι φησὶν ὑστερῶ, τοῦτο καὶ οὗτοι διὰ πολλὴν ἄγαν ἀλαζονείαν τε ὁμοῦ καὶ δοκησισοφίαν λέγουσι Τί ποιοῦμεν ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; Ἀγαθὸν οὖν ἄρα τὸ μέτριον φρόνημα, καὶ ψυχῆς ἔργον εὐγενοῦς, τὸ τοῖς διδάσκουσιν ἐπιτρέπειν τὸ λυσιτελὲς ἐξεπίστασθαι μᾶλλον, παραχωρεῖν τε οὕτω μαθήμασιν, ἐνεστιᾶν οἷσπερ ἂν ἔχειν οἴωνται καλῶς, ἅτε δὴ καὶ τὸ μεῖζον ἔχουσιν ἐν γνώσει. πῶς γὰρ ἂν ὅλως καὶ ἐν διδασκάλου παραληφθήσονται τάξει, μὴ οὐχὶ πάντως ἑλόντες τὸ ἐν συνέσει πλεονεκτοῦν ἢ ὥσπερ ἂν ἔχοι τῶν παιδευομένων ὁ νοῦς, ὅτε καὶ εἰς τὸ ἐκείνων μέτρον καταλήξει μόλις αὐτοῖς ἡ εἰς τὸ μεῖζον ἐπίδοσις, κατά γε τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον "Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον," καί "Ἀρκετὸν "τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ;" Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πληκτικώτατα πάλιν ὁ Κύριος, εἰ καὶ λεληθότως ἔτι καὶ ἐπεσκιασμένως ταῖς τῶν ἐρωτώντων ἀπονοίαις ἐπιπηδᾷ· οἰήσεται μὲν γάρ τις ὅσον ἧκεν εἰπεῖν εἰς ἁπλότητα λόγου, μηδὲν ἕτερον αὐτοῖς ἐπιτάττειν τὸν Ἰησοῦν, ἢ ὅτι προσήκοι πιστεύειν αὐτῷ. περισκεπτόμενος δὲ τῶν εἰρημένων τὸν νοῦν, καὶ πρὸς ἕτερόν τι βαδίζουσαν θεωρήσει τὴν ἀναφοράν. καλῶς γὰρ δὴ σφόδρα ποιῶν, ταῖς τῶν ἐρωτώντων ἀπονοίαις