Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.453
Not analysed yet
πρέποντα τὸν ἐπὶ τούτοις διεσκευάζετο λόγον. ἐκεῖνοι μὲν γὰρ, ὡς ἅλις διὰ νόμου μανθάνοντες τῷ Θεῷ θυμῆρες ἐργάζεσθαι, ἀθετοῦσι δυσσεβῶς τοῦ Σωτῆρος ἡμῶν τὴν διδασκαλίαν "Τί ποιοῦμεν, λέγοντες, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ "Θεοῦ;" ἀλλ' ἔδει καὶ πολὺ τῆς Θεῷ φιλαιτάτης λατρείας ἀπεσχοινισμένους ἔτι δεικνύειν αὐτοὺς, καὶ οὐδὲν ὅλως ἐγνωκότας τῶν ἀληθῶς ἀγαθῶν, τοὺς οἵ γε τῷ γράμματι τῷ νομικῷ προσεδρεύοντες, τύπων ἁπλῶς καὶ σχημάτων μεστὸν ἔχουσι τὸν νοῦν. διά τοι τοῦτο μετὰ πολλῆς τινος τῆς ἐμφάσεως λέγει ταῖς κατὰ νόμον λατρείαις τὸν ἐκ τῆς πίστεως ἀντιδιαστέλλων καρπόν Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. τοῦτό ἐστιν, οὐχ ὅπερ ὑμεῖς ἐνομίσατε, φησὶν, εἰς μόνους ὁρῶντες τοὺς τύπους, ἀλλ' ἴστε δὴ πάλιν, κἂν μὴ βούλησθε μαθεῖν, ὡς οὐ ταῖς παρ' ὑμῖν βουθυσίαις ὁ νομοθέτης ἠγάσθη ποτὲ, μηλοσφαγεῖν δὲ οὐ δεῖ σε ἐθέλοντί τε καὶ ἀπαιτοῦντι τοῦτο Θεῷ· τί δ' ἂν εἴη λιβανωτὸς, κἂν εὐόσμοις εἰς ἀέρα περιελίττηται καπνοῖς, τί δὲ ὁ τράγος ὀνήσει, φησὶ, καὶ αἱ δυσπόριστοι τοῦ κινναμώμου προσαγωγαί; οὐ φάγεται κρέα ταύρων Θεὸς, ἀλλ' οὐδὲ αἷμα τράγων πίεται· ἔγνω "πάντα τὰ πετεινὰ τοῦ "οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ'" αὐτοῦ ἐστι. μεμίσηκε δὲ καὶ ἀπεώσατο τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῇ ἐν ταῖς πανηγύρεσιν ὑμῶν, ὡς αὐτός που φησίν· ἀλλ' οὐδὲ ἐλάλησε "πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ "θυσιῶν." οὐκοῦν οὐ τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἀλλ' ἐκεῖνο μᾶλλον, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν αὐτός. καὶ γὰρ δὴ καὶ ὄντως ἀμείνων ἐστὶ τῆς νομικῆς καὶ ὡς ἐν τύπῳ λατρείας ἡ διὰ πίστεως σωτηρία, καὶ τῆς κατακρινούσης ἐντολῆς ἡ δικαιοῦσα χάρις.