Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.456
Not analysed yet
ΚΕΦΑΛΗ ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ. ΠΛΗΚΤΙΚΩΤΑΤΑ καὶ νῦν ὁ Σωτὴρ ἀσυνέτους ὄντας ἐλέγχει, καὶ πολὺ λίαν ἠγνοηκότας τὰ ἐν τοῖς Μωυσαϊκοῖς συγγράμμασι. χρῆν γὰρ δήπου λίαν αὐτοὺς ἐξεπίστασθαι σαφῶς, ὅτι διηκόνει μὲν ὁ Μωυσῆς τὰ παρὰ τοῦ Θεοῦ πρὸς τὸν λαὸν, καὶ αὖ πάλιν τὰ ἐξ υἱῶν Ἰσραὴλ πρὸς Θεὸν, καὶ αὐτουργὸς μὲν αὐτὸς ἐπ' οὐδενὶ τῶν θαυμάτων ὑπῆρχεν, ὑπηρέτης δὲ μᾶλλον καὶ ὑπουργὸς ὧν ἂν βούλοιτο δρᾶν ἐπ' ὠφελείᾳ τῶν ἐκ δουλείας ἀνακεκλημένων ὁ πάντων αὐτοῖς τῶν ἀγαθῶν χορηγός. ὅπερ οὖν ἦν ἐν ὑπονοίᾳ δυσσεβεῖ παρ' ἐκείνοις, τοῦτο καὶ μάλα γοργῶς ὑποτέμνεται Χριστός. τὸ γὰρ δὴ τὰ μόνῃ πρέποντά τε καὶ χρεωστούμενα τῇ θείᾳ φύσει, ταῖς ἀνθρώπων ἀνατιθέναι τιμαῖς, καὶ οὐχὶ μᾶλλον αὐτῇ, πῶς οὖν οὐκ ἂν εἴη λοιπὸν μωρίας τε ὁμοῦ καὶ δυσσεβείας ἀνάπλεων; ἀποστήσας δὲ λοιπὸν τὸν ἱεροφάντην Μωυσέα τοῦ θαύματος, καὶ τῆς ἐκείνου χειρὸς ὑπεξελὼν τὸ παράδοξον, δῆλος ἂν εἴη δήπουθεν ἑαυτῷ μᾶλλον ἀνατιθεὶς μετὰ Πατρὸς τὴν δόξαν, εἰ καὶ παραιτοῖτο λέγειν ἐναργέστερον, διὰ τὴν τῶν ἀκροωμένων ἀπαιδευσίαν. ἦν γὰρ δὴ