Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.455
Not analysed yet
ἐν τῇ ἐρήμῳ τὸ μάννα πάντες οἱ σὺν αὐτῷ. σὺ δὲ δὴ λοιπὸν, ἐπείπερ εἰς τόπον ἡμῖν εἰσέρχῃ τὸν ἐκείνου μείζονα, καὶ τοῖς πάλαι διωρισμένοις ἐπιδιατάττειν οὐ παραιτῇ, ποίοις ἡμᾶς πιστώσεις σημείοις, ἢ τί δεικνύων τῶν ὅσα θαυμάζεσθαι πρέπει καινοτέρων ἡμῖν παιδευμάτων εἰστρέχεις εἰσηγητής; ἀληθὴς δὲ διὰ τούτων καὶ αὐτὸς ὁ τοῦ Σωτῆρος ἡμῶν ἀναδείκνυται λόγος· ὅτι γὰρ ᾤοντο χρῆναι ζητεῖν, οὐχ ἵνα θαυμάζωσιν αὐτὸν, ἐφ' οἷς ἄν τι δράσαι θεοπρεπῶς, ἀλλ' ἐπείπερ ἔφαγον ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθησαν, ἐξ ὧν ἤδη φασὶν καὶ ἐλέγχονται. σημεῖον γὰρ ἀπαιτοῦσιν αὐτὸν, οὐχ ἁπλῶς τὸ τυχὸν, ἀλλ' ὅπερ ὡς ᾤοντο πεποίηκε Μωυσῆς, οὐκ εἰς μίαν ἡμέραν, ἀλλ' ἐν ὅλοις τοῖς ἔτεσι τεσσαράκοντα τὸν ἐξ Αἰγύπτου λαὸν διαθρέψας κατὰ τὴν ἔρημον, διὰ τῆς τοῦ μάννα χορηγίας. παντελῶς γὰρ, ὡς φαίνεται, τῶν ἐν τῇ θείᾳ γραφῇ μυστηρίων εἰδότες οὐδὲν, οὐ τῇ θείᾳ τοῦτο πεποιηκότος δυνάμει τὴν ἐπ' ἐκείνῳ θαυματουργίαν ἀνακεῖσθαι πρέπειν διελογίζοντο, ἀνοήτως δὲ σφόδρα τὴν Μωυσέως ἐπ' αὐτῷ καταστέφουσι κεφαλήν. αἰτοῦσι τοιγαροῦν τὸ ἴσον ἐκείνῳ παρὰ Χριστοῦ σημεῖον, οὐδὲν ὅλως τὸ θαῦμα διδόντες τῷ πρὸς ἡμέραν αὐτοῖς ἐπιδειχθέντι σημείῳ, καὶ εἰ μέγα τυχὸν εὑρίσκοιτο, χρῆναι δὲ καὶ εἰς μακρὸν ἐκτείνεσθαι χρόνον τῆς τροφῆς τὴν ἐπίδοσιν. οὕτω γὰρ ἂν, καὶ μόλις δυσωπήσειν αὐτοὺς εἰς τὸ κατανεύειν καὶ συμψηφίζεσθαι λοιπὸν ἀξιολογωτάτην εἶναι τοῦ Σωτῆρος τὴν δύναμιν, εὐπαράδεκτόν τε διὰ τούτου τὴν διδασκαλίαν. πρόδηλον οὖν ἐστι, καὶ εἰ μὴ σφόδρα φασὶν ἐναργῶς, ὅτι σημείων μὲν ἀλογοῦσι παντελῶς, προφάσει δὲ τοῦ θαυμάζειν ἐθέλειν αὐτὰ, τὴν ἀκάθαρτον τῆς γαστρὸς ἡδονὴν θεραπεύειν ἐπείγονται.