Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.459
Not analysed yet
τοῦ λόγου τὴν παράθεσιν, ἕκαστα τῶν ἐπ' αὐτῷ νοουμένων ὀρθῶς διοψόμεθα. ἐπιδείξομεν δὲ διὰ πάντων, ὅτι τὸ μάννα τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Χριστὸς, ὡς ἐν τύπῳ τῷ μάννα χορηγεῖσθαι τοῖς ἀρχαιοτέροις νοούμενος παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔχει δὲ οὕτως ἡ τῶν λογίων ἀρχή "Τῇ τε πεντε"καιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν "ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα ἡ συναγωγὴ υἱῶν "Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτοὺς "οἱ υἱοὶ Ἰσραήλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου "ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν "κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονὴν, ὅτι ἐξη"γάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν "τὴν συναγωγὴν ταύτην ἐν λιμῷ." τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας διαφανῆ καὶ λίαν εὐσύνοπτα, καὶ οὐδενὸς οἶμαι προσδεόμενα λόγου τοῦ τὴν πρόχειρον βασανίζοντος γνῶσιν· ἐροῦμεν δὲ πάλιν εἰς μόνον ὁρῶντες τὸ πνευματικόν. οὐκοῦν ἔτι τὴν Αἰγυπτίων ἔχοντες χώραν οἱ ἐξ Ἰσραὴλ, διὰ θείου προστάγματος τὴν ἐπὶ Χριστῷ τυπικῶς ἐπετέλουν ἑορτὴν, καὶ τῆς τοῦ προβάτου θοίνης ἁψάμενοι, μόλις οὕτω τῆς τοῦ Φαραῶ τυραννίδος τὴν πλεονεξίαν ἐξέβησαν, καὶ τὸν τῆς δουλείας ἀφόρητον ἀπεσείοντο ζυγόν· εἶτα πρὸς τούτῳ παραδόξως τὴν ἐρυθρὰν διαπεραιωσάμενοι θάλασσαν ἐν ἐρήμῳ γεγόνασι· καὶ δὴ καὶ ἐν αὐτῇ λιμώττοντες κρεωφαγεῖν ἐπεθύμουν, καὶ εἰς τὴν συνήθη τῶν ἄρτων ἐπιθυμίαν ὑπεσύροντο· ἐγόγγυζόν τε οὕτω κατὰ Μωυσέως καὶ εἰς μετάγνωσιν τῆς παρὰ Θεοῦ δωρεᾶς καταπίπτουσι, δέον ἐπὶ τούτοις οὐ μετρίως εὐχαριστεῖν. Αἴγυπτος τοίνυν σκοτασμὸς ἂν εἴη, καὶ νοηθήσεταί πως εἰς τὴν τοῦ παρόντος αἰῶνος κατάστασιν καὶ εἰς ἕξιν τὴν κοσμικὴν, ἣν ὥσπερ τινὰ χώραν ἐπιγραψάμενοι, πικρὰν ὑπομένομεν ἐν αὐτῇ τὴν θητείαν,