Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.460
Not analysed yet
ἐργαζόμενοι μὲν τὸ παράπαν οὐδὲν τῷ Θεῷ, μόνῳ δὲ τῷ διαβόλῳ τελοῦντες τὰ θυμηρέστατα, καὶ καθάπερ εἰς πηλὸν ἢ δυσώδη βόρβορον, τὰς τῆς ἀκαθάρτου σαρκὸς καταπηδῶντες ἡδονὰς, ἄμισθόν τε καὶ ἀνόνητον τληπαθοῦντες πόνον, καὶ οὐκ ἀταλαίπωρον, ἵν' οὕτως εἴπω, τὴν φιληδονίαν ἐπιτηδεύοντες. Ἀλλ' ὅταν ἡμῖν ὁ τοῦ Θεοῦ νόμος κατὰ νοῦν προσλαλῇ, καὶ πικρὰν ἤδη βλέπωμεν τὴν ἐν τούτοις δουλείαν, τότε δὴ τότε τὴν ἐξ ἁπάσης φαυλότητος ἀποδημίαν διψήσαντες, ὥσπερ εἰς τὴν τῆς ἐλευθερίας ἀρχὴν καὶ θύραν ἐπ' αὐτὸν ἐρχόμεθα τὸν Χριστὸν, καὶ τὴν δι' αἵματος τοῦ τιμίου λοιπὸν ἀσφάλειάν τε καὶ χάριν ἐφοδιαζόμενοι, καθάπερ τινὰ θάλασσαν ταραχώδη καὶ συγκεχυμένην, τὰς ἐν τῷδε τῷ βίῳ περιστάσεις ἀφέντες σαρκικὰς, ἔξω τε παντὸς θορύβου γεγονότες κοσμικοῦ, πρὸς ἕξιν ἤδη τὴν ἀϋλοτέραν καὶ καθαρωτέραν ἐρχόμεθα, οἷάπερ εἰς ἔρημον καταλύοντες χῶρον. ἐπειδὴ δὲ οὐκ ἀγύμναστος εἰς ἀρετὴν ὁ διὰ νόμου πρὸς αὐτὴν παιδαγωγούμενος, ὅταν ἐν τούτοις ἤδη γεγόνοτες εὑρισκώμεθα, τότε τοῖς δοκιμάζουσι περιπίπτοντες πειρασμοῖς, ὑπομνήσει τῇ τῶν σαρκικῶν ἐπιθυμιῶν ἔσθ' ὅτε καταδακνόμεθα, εἶτα πολὺ λίαν ἡμᾶς καταπυρούσης τῆς ἐπιθυμίας, καταβοῶμεν ἐξ ἀκηδίας πολλάκις, καίτοι πρὸς ἐλευθερίαν ἀνακεκληκότος ἡμᾶς τοῦ θείου νόμου, ἐν λιμῷ δὲ ὥσπερ γεγονότες τῶν ἀρχαιοτέρων καὶ κατειθισμένων ἡμῖν ἡδονῶν, καὶ πρὸς πόνους ἤδη τοὺς ἐπὶ ταῖς ἐγκρατείαις ὀλιγωρήσαντες, οὐκέτι φαύλην ὁρῶμεν τὴν ἐν κόσμῳ δουλείαν. καὶ γὰρ ὄντως ἱκανὸν τὸ ἐν τῇ σαρκὶ θέλημα πρὸς ἅπασαν ὀλιγοψυχίαν τὴν ἐπ' ἀγαθοῖς ἑλκῦσαι τὸν νοῦν. "Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους "ἐκ τοῦ οὐρανοῦ." ἔχεις ἤδη καὶ μάλα σαφῶς ἐν τούτοις