Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.46
Not analysed yet
Λόγον, δι' οὗ Θεὸς τὰ πάντα ἐργάζεται· ἵνα λόγος λόγου νοῆται, καὶ εἰκὼν εἰκόνος, καὶ ἀπαύγασμα ἀπαυγάσματος. ὥσπερ οὖν ἤδη δυσφημούντων ἀκούσας αὐτῶν, καὶ πρὸς τὰς ἐκτόπους ἀπονοίας τῶν παρ' αὐτοῖς συγγραμμάτων εὐλόγως κεκινημένος, ὁ μακάριος Εὐαγγελιστὴς, ὁρισάμενος ἤδη καὶ διὰ πολλῶν, ὡς ἔδει, κατασημήνας τὸν ἕνα καὶ μόνον καὶ ἀληθινὸν ἐκ Θεοῦ, καὶ ἐν Θεῷ, καὶ πρὸς Θεὸν ὄντα Λόγον, ἐπιφέρει γοργῶς Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὡς Υἱὸς δηλαδὴ πρὸς τὸν Πατέρα, ὡς ἔμφυτος, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ, ὡς Μονογενής· οὗτος, οὐκ ὄντος δευτέρου. Ἐπειδὴ δὲ προσήκειν ἡγοῦμαι τὰ περὶ τῆς τοιαύτης δυσσεβείας ἐξηγεῖσθαι σπουδάζοντας, γυμνοτέραν αὐτῶν καταστῆσαι τὴν δυσφημίαν, διὰ τὴν τῶν ἀκεραιοτέρων ἀσφάλειαν· φυλάξεται γὰρ ὁ μαθὼν, καὶ ὡς ὄφιν ὑπεραλεῖται κατὰ μέσην λανθάνοντα τὴν ὁδόν· ἀναγκαίως αὐτὴν ἐκθήσομαι τὴν ἐκείνων δόξαν, ὡς ἐν ἀντιθέσεως σχήματι. λάβοι γὰρ ἂν ὄντως τὰς λύσεις ἐφεξῆς, καθ' οὕσπερ ἂν ἐπιδοίη τρόπους ὁ πάντα σοφῶν Θεός. Εὐνομίου δόξα περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. „Ὁ Μονογενὴς, φησὶ, τοῦ Θεοῦ Υἱὸς, οὐκ ἔστιν αὐτο„κυρίως ὁ Λόγος αὐτοῦ· ἀλλ' ὁ μὲν ἐνδιάθετος λόγος τοῦ „Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ κινεῖται καὶ ἔστιν ἀεί· ὁ δὲ ἐξ „αὐτοῦ γεννηθῆναι λεγόμενος Υἱὸς τὸν ἐνδιάθετον αὐτοῦ „λόγον δεχόμενος, πάντα τε οἶδεν ἐκμαθὼν, καὶ καθ' ὁμοιό„τητα τὴν ἐκείνου, λόγος καλεῖται καὶ ἔστιν. “Εἶτα πρὸς βεβαίωσιν, ὡς οἴεται, τῆς ἑαυτοῦ δυσσεβείας καὶ τῶν διεστραμμένων ἐννοιῶν τοιούτους τινὰς ἀναπλέκει συλλογισμοὺς, ἵνα, καθὰ γέγραπται, ταῖς τῶν οἰκείων ἁμαρτημάτων σειραῖς ὁ δείλαιος κατασφίγγηται.