Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.45
Not analysed yet
ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός· ἔστι δὲ τῶν περὶ Εὐνόμιον ἡ τοιαύτη κακοδοξία. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ἈΝΑΚΕΦΑΛΑΙΩΣΙΝ μὲν ὥσπερ τινὰ τῶν ἤδη προειρημένων ἐν τούτοις ὁ Εὐαγγελιστὴς ἐποιήσατο. προσθεὶς δὲ τό οὗτος, μονονουχὶ βοήσας ὁρᾶται Ὁ ὢν ἐν ἀρχῇ, ὁ παρὰ τῷ Πατρὶ Λόγος, ὁ ὑπάρχων Θεὸς ἐκ Θεοῦ, οὗτός ἐστι καὶ οὐχ ἕτερος, περὶ οὗ τὸ σεμνὸν ἡμῖν πρόκειται σύγγραμμα. ἔοικε δὲ πάλιν οὐ μάτην τοῖς εἰρημένοις ἐπενεγκεῖν τό Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ὡς γὰρ ὑπὸ θείου Πνεύματος εἰς τὴν τῶν ἐσομένων γνῶσιν φωταγωγούμενος οὐκ ἠγνόησεν, ὥς γε μοι δοκεῖ, καὶ ὡς ἔστιν εἰπεῖν ἀληθεύοντας, ὅτι περ ἀναφανοῦνταί τινες ἀπωλείας ἐργάται, διαβόλου θήρατρα, θανάτου παγίδες εἰς ταμεῖα καταφέρουσαι καὶ εἰς πέταυρον ᾅδου τοὺς ἐξ ἀμαθίας προσέχοντας οἷς ἂν ἐκ καρδίας ἐρεύγωνται πονηρᾶς. ἐνστήσονται δὲ καὶ κατὰ τῆς ἑαυτῶν ἀνδριοῦνται κεφαλῆς λέγοντες, ἕτερον μὲν εἶναι τὸν ἐνδιάθετον ἐν τῷ Θεῷ καὶ Πατρὶ Λόγον, ἕτερον δέ τινα καὶ τῷ ἐνδιαθέτῳ λίαν ἐμφερέστατόν τε καὶ ὁμοιότατον τὸν Υἱὸν καὶ