Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.461
Not analysed yet
ὁρᾶν τὸ ἐν ψαλμοῖς μελῳδούμενον "Ἄρτον οὐρανοῦ ἔδωκεν "αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος·" ἀλλ' ἔστιν, οἶμαι, πᾶσι διαφανὲς, ὅτι τῶν ἐν τοῖς οὐρανοῖς δυνάμεων λογικῶν, οὐχ ἕτερος ἂν νοοῖτο καὶ ἄρτος καὶ τροφὴ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Μονογενῆ. αὐτὸς οὖν ἄρα τὸ μάννα τὸ ἀληθὲς, ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ, ὁ πάσῃ κτίσει λογικῇ παρὰ Θεοῦ Πατρὸς χορηγούμενος. εἰς δέ γε τῶν προκειμένων τὴν τάξιν εἰσβαίνοντες, ἐκεῖνό φαμεν Κατανόησον ὅπως ἡ θεία τε καὶ ἄνωθεν χάρις, καὶ νοσοῦσαν ἔσθ' ὅτε τὰ συνήθη, τὴν ἀνθρώπου φύσιν ἀνθέλκει πρὸς ἑαυτὴν καὶ ἀνασώζει ποικίλως. κατωθεῖ μὲν γὰρ λίθου δίκην ἐπιπίπτον τῷ νῷ τὸ φρόνημα τῆς σαρκὸς, καὶ πρὸς τὸ ἴδιον θέλημα τυραννικῶς ἐκβιάζεται, ἀντιπεριάγει δὲ πάλιν ἡμᾶς ὁ Χριστὸς, καθάπερ τινὶ χαλινῷ, πρὸς τὴν τῶν ἀμεινόνων ἐπιθυμίαν, καὶ εἰς ἕξιν ἀνακομίζει τοὺς νενοσηκότας τὴν φιλόθεον. ἰδοὺ γὰρ ἰδοὺ τοῖς κατολισθαίνουσιν εἰς σωματικὰς ἡδονὰς, τὰς ἐξ οὐρανῶν χορηγήσειν ὑπισχνεῖται τροφὰς, τὴν διὰ τοῦ Πνεύματος παράκλησιν δηλονότι, τὸ μάννα τὸ νοητόν. διὰ γάρτοι τούτου πρὸς πᾶσαν ὑπομονὴν καὶ ἀνδρείαν διακρατούμεθα, καὶ τὸ μὴ πίπτειν ἐξ ἀσθενείας ἐφ' ἃ μὴ προσῆκεν ἀποκερδαίνομεν. ἐστήριζε τοίνυν ἡμᾶς εἰς εὐσέβειαν καὶ πάλαι τὸ μάννα τὸ νοητὸν, τουτέστι Χριστός. ἐπειδὴ δὲ ἅπαξ διὰ τὴν χρείαν, ὡς ἐν ἐκβάσει τοῦ λόγου γεγόναμεν, οὐκ ἀζήτητον αὐτὸν οἶμαι πρέπειν ἐᾶν, ἐπείπερ ἔχει πολὺ τὸ τελοῦν εἰς ὄνησιν. Οὐκοῦν ἐρεῖ τις εὐλόγως Ὅτου δὴ χάριν ὁ φιλάνθρωπός τε καὶ φιλάρετος οὕτω Θεὸς, δέον φθάσαι μὲν τὴν αἴτησιν, ὑστερίζει περὶ τὴν ὑπόσχεσιν· κολάζει γεμὴν οὐδαμῶς τοὺς οὕτω διεστραμμένους τὴν ἕξιν, καίτοι κολάσας ἐν τοῖς