Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.463
Not analysed yet
οὐρανοῦ, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου, καταπίπτουσιν εἰκότως εἰς ἐπιθυμίας σαρκικὰς, διάτοι τοῦτο καὶ συγγινώσκονται· οἱ δὲ ἤδη τοῦ Κυρίου κατατρυφήσαντες, καθὰ γέγραπται, τῶν πνευματικῶν ἀγαθῶν τὰ σαρκικὰ προτιμήσαντες, δικαιοτάτην ἤδη τὴν δίκην ὑπέχουσι, καὶ προσέτι τῷ παθεῖν ἐπίσημον τῆς συμφορᾶς τὴν μνήμην ἀποκληρώσονται. μνήματα γὰρ τῆς ἐπιθυμίας ὄνομα κεῖται τῷ τῆς κολάσεως τόπῳ. "Καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας "εἰς ἡμέραν." εἰς τύπον τοῦ μάννα τοῦ νοητοῦ τὸ αἰσθητὸν λογιούμεθα. καὶ τὸ μὲν μάννα τὸ νοητὸν αὐτὸν ἡμῖν κατασημαίνει τὸν Χριστὸν, τὴν δέ γε παχυτέραν τοῦ νόμου παίδευσιν τὸ αἰσθητὸν ὑπαινίττεται. ἐφήμερος οὖν εὐλόγως ἡ συγκομιδὴ, καὶ ἀποκωλύει τηρεῖν ὁ νομοθέτης εἰς τὴν αὔριον, ὡς δι' αἰνιγμάτων τοῖς ἀρχαιοτέροις ὑποδηλῶν, ὅτι τοῦ σωτηρίου λοιπὸν ἀναλάμψαντος χρόνου, καθ' ὃν ἐν κόσμῳ μετὰ σαρκὸς πέφηνεν ὁ Μονογενὴς, καταργηθήσονται πάντως οἱ διὰ τοῦ νόμου τύποι, καὶ τὸ συλλέγειν ἔτι τροφὰς ἐκεῖθεν εἰκαῖον, αὐτῆς ἤδη παρακειμένης τῆς ἀληθείας ἡμῖν εἰς τρυφὴν καὶ ἀπόλαυσιν. "Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν "εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν." ἐπιτήρει δὴ πάλιν, ἵνα νοῇς, ὅτι οὐκ ἐᾷ συλλέγειν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ μάννα τὸ αἰσθητὸν, τὸ δὲ ἤδη πορισθὲν καὶ συνειλεγμένον κατὰ τὴν πρὸ αὐτῆς ποιεῖσθαι κελεύει τροφήν. ἡ μὲν γὰρ ἑβδόμη σημαίνει τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον, καθ' ὃν ἐν ἁγιασμῷ σαββατίζομεν, τῶν τῆς ἁμαρτίας ἔργων ἀποπαυσάμενοι, καὶ δεχόμενοι μὲν εἰς τροφὴν, καὶ πληροφορίαν τῆς πίστεως καὶ τὴν ἤδη συγκε-