Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.464
Not analysed yet
κοσμημένην ἐν ἡμῖν διὰ τοῦ νόμου γνῶσιν, οὐ μὴν ὡς ἐξ ἀνάγκης ἔτι συλλέγοντες, λαμπροτέρας ἤδη παρακειμένης τροφῆς, καὶ τὸν ἄρτον ἔχοντες τὸν ἐξ οὐρανοῦ. ἐν διπλῷ δὲ τῷ μέτρῳ πρὸ τῆς ἁγίας ἑβδόμης τὸ μάννα συλλέγεται· καί μοι πάλιν νοήσεις ἐντεῦθεν, ὅτι κατακλειομένου τοῦ νόμου πρὸς τὸ ἐν τῷ χρόνῳ τέλος, καὶ ἀρχομένης ἤδη τῆς ἁγίας ἑβδόμης, τουτέστι τῆς ἐπιδημίας Χριστοῦ, ἐν διπλῷ τρόπον τινὰ τῷ μέτρῳ γενήσεται τῶν οὐρανίων ἀγαθῶν ἡ εὕρεσις, καὶ διττή τις ἡ χάρις, πρὸς τοῖς ἐκ νόμου χρησίμοις καὶ τὴν εὐαγγελικὴν εἰσάγουσα παίδευσιν. ὅπερ ἂν καὶ αὐτὸς νοοῖτο διδάσκων ὁ Κύριος, ὅτε φησί που καθάπερ ἐν εἴδει παραβολῆς "Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ "τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκ"βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά·" παλαιὰ μὲν τὰ ἐκ τοῦ νόμου, νέα δὲ τὰ διὰ Χριστοῦ. "Καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν "υἱῶν Ἰσραήλ Ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν "ὑμᾶς ἐξ Αἰγύπτου, τὸ πρωῒ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν "τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους "τὸ πρωῒ εἰς πλησμονήν." ἐπαγγέλλεται τοῖς ἐξ Ἰσραὴλ ὁ Μωυσῆς χορηγηθήσεσθαι μὲν παρὰ Θεοῦ τὴν ὀρτυγομήτραν τὸ πρὸς ἑσπέραν, ἐπιγνώσεσθαι δὲ διισχυρίζεται διὰ τούτου σαφῶς, ὅτι Κύριος ἀνήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου· πρωῒ γεμὴν διαῤῥήδην ὄψεσθε, φησὶ, τὴν δόξαν Κυρίου, ἐν τῷ λαβεῖν ἄρτους εἰς πλησμονήν. καί μοι πάλιν τὴν ἐφ' ἑκάστῳ τῶν εἰρημένων ἐννόει διαφοράν· ἡ μὲν γὰρ ὀρτυγομήτρα σημαίνει πως τὸν νόμον· χθαμαλοπετὲς γὰρ ὄντως ἀεὶ καὶ περὶ γῆν τὸ στρουθίον· οὕτω δ' ἂν ἴδοις καὶ τοὺς διὰ νόμου παιδαγωγουμένους εἰς χθαμαλωτέραν διὰ τύπων