Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.467
Not analysed yet
τουτέστι πάλιν Τί ἐστι τοῦτο; καὶ νοήσεις ἐντεῦθεν, ὡς ἔμελλε παρὰ τῶν Ἰουδαίων ἀγνοηθήσεσθαι Χριστός. τὸ γὰρ ὡς ἐν τύπῳ κρατοῦν, καὶ ἐπ' αὐτῆς ἔδειξε τῆς ἀληθείας ἰσχύσαν ἡ πεῖρα. "Εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς ἐγκαταλιπέτω "ἀπ' αὐτοῦ ἕως τὸ πρωΐ· καὶ οὐκ ἤκουσαν Μωυσῇ, ἀλλὰ "κατέλιπον ἀπ' αὐτοῦ τινες εἰς τὸ πρωῒ, καὶ ἐξέζεσε σκώ"ληκας καὶ ἐπώζεσε, καὶ ἐπικράνθη ἐπ' αὐτοὺς Μωυσῆς." τὸ πρωῒ πάλιν ἐν τούτοις, τὸν λαμπρὸν ἡμῖν καὶ διαφανέστατον τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατασημαίνει καιρὸν, ὅτε λελυμένης τρόπον τινὰ τῆς τε κατὰ νόμον σκιᾶς, καὶ τῆς ἐν τοῖς ἔθνεσιν ἀχλύος διαβολικῆς, φωτὸς ἡμῖν δίκην ἀνέτειλεν ὁ Μονογενὴς, καὶ ὄρθρος ἐδείχθη πνευματικός. ἐπιτάττει τοίνυν ὁ μακάριος Μωυσῆς τὸ ἐν τύπῳ πάλιν μάννα μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ. ἀνατείλαντος γὰρ ἡμῖν τοῦ μνημονευθέντος ἀρτίως καιροῦ, περιτταὶ λοιπὸν καὶ ἄκαιροι παντελῶς αἱ κατὰ τὸν νόμον σκιαὶ, διὰ τὴν ἤδη παροῦσαν ἀλήθειαν· πρᾶγμα δὲ ὄντως ἀχρεῖον, ἀναλάμψαντος ἤδη Χριστοῦ, τὴν ἐν νόμῳ δικαιοσύνην ὁ Παῦλος ἀπέδειξε λέγων περὶ αὐτοῦ, "δι' ὃν τὰ πάντα ἐζημιώθην," τὰ ἐν νόμῳ δηλονότι καυχήματα, "καὶ ἡγοῦμαι σκύβαλα "εἶναι, ἵνα Χριστὸν κερδανῶ καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων "ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως "Ἰησοῦ Χριστοῦ." ὁρᾷς οὖν ὅπως ὡς σοφὸς ἐφυλάξατο τὸ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ; τύπος δ' ἂν εἶεν οἱ πρὸς τὸ πρωῒ τηρήσαντες, τῆς ἀπειθήσειν μελλούσης αὐτῷ πληθύος Ἰουδαϊκῆς, οἷς καὶ τὸ ἐντόνως ἐθέλειν τὸν ἐν γράμμασι τηρῆσαι νόμον, καὶ σαπρίας καὶ σκωλήκων ἔσται παραί-