Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.468
Not analysed yet
τιον. ἀκούεις γὰρ ὅπως ἐκπικραίνεται λίαν ὁ νομοθέτης ἐπ' αὐτοῖς; "Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών Λάβε στάμνον χρυσοῦν "ἕνα καὶ ἐμβάλετε εἰς αὐτὸν πλῆρες τὸ γόμορ Μὰν, καὶ "ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν." εὔκαιρον ὄντως καὶ ἐπὶ τούτῳ δὴ λίαν ἀποθαυμάζοντας λέγειν "Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ·" ἀκατάληπτος γὰρ ὄντως ἡ ἐγκεκρυμμένη σύνεσις ταῖς θεοπνεύστοις γραφαῖς, "καὶ βαθὺ βάθος, κατὰ τὸ γεγραμμένον, τίς "εὑρήσει αὐτό;" ὁρᾷς τοίνυν ὅπως ἡμῖν καὶ ὁ τελευταῖος ἐπὶ τούτοις διήρτισται λόγος. ἐπειδὴ γὰρ αὐτὸς ἡμῖν τὸ μάννα τὸ ἀληθινὸν ἀνεδείχθη Χριστὸς, ὡς ἐν εἰκόνι τοῖς ἀρχαιοτέροις διὰ τύπου δηλούμενος, ἀναγκαίως διὰ τοῦ προκειμένου διδάσκει, τίνος ἔσται καὶ πόσης ἀνάπλεως ἀρετῆς τε καὶ δόξης, ὁ τὸ μάννα τὸ νοητὸν ἀποθησαυρίζων ἐν ἑαυτῷ, καὶ εἰς τὰ ἐσώτατα τῆς ἑαυτοῦ καρδίας εἰσφέρων τὸν Ἰησοῦν διὰ τῆς εἰς αὐτὸν πίστεώς τε ὀρθῆς καὶ ἀγάπης ὁλοτελοῦς. ἀκούεις γὰρ ὅπως ἐν σκεύει χρυσῷ πλῆρες τὸ γόμορ τοῦ Μὰν ἐνετέθη διὰ χειρὸς Ἀαρὼν εἰς διατήρησιν ἐναντίον τοῦ Θεοῦ [κατετέθη]· ἡ γὰρ ὁσία καὶ θεοφιλὴς ὄντως ψυχὴ, τελείως ἐν ἑαυτῇ τὸν ἐπὶ Χριστῷ λόγον ὠδίνουσα, καὶ ὅλον λαβοῦσα τὸν οὐράνιον θησαυρὸν, σκεῦος μὲν ἔσται τίμιον, ὡς ἀπὸ χρυσοῦ, προσενεχθήσεται δὲ διὰ τοῦ πάντων ἀρχιερέως τῷ Θεῷ καὶ Πατρὶ, καὶ εἰς ὄψιν ἀνενεχθήσεται τοῦ τὰ πάντα συνέχοντός τε καὶ διασώζοντος εἰς διατήρησιν, καὶ τὸ φθειρόμενον ὅσον εἰς οἰκείαν φύσιν, οὐκ ἐῶντος καταφθείρεσθαι. καταγράφεται τοιγαροῦν ὁ δίκαιος, ὡς ἐν σκεύει χρυσῷ τὸ νοητὸν ἔχων μάννα, τουτέστι Χριστὸν, ἀναβαίνων